Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

300 καὶ γενομένων κατὰ χωρίον, ὃ Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπʼ αὐτῷ γενομένην, πάλαι δʼ ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλʼ ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας.
301 Σαμψὼν δὲ μεῖζον ἢ χρὴ ἐπὶ τούτῳ φρονῶν οὐ κατὰ θεοῦ συνεργίαν ἔλεγε τοῦτο συμβῆναι, τὴν δʼ ἰδίαν ἀρετὴν ἐπέγραψε τῷ γεγονότι, τῶν πολεμίων τοὺς μὲν πεσεῖν τοὺς δʼ εἰς φυγὴν τραπῆναι διὰ τοῦ παρʼ αὐτοῦ δέους αὐχῶν.
302 δίψους δʼ αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ.
303 καὶ πρὸς τὰς ἱκετείας ἐπικλασθεὶς ὁ θεὸς πηγὴν κατά τινος πέτρας ἀνίησιν ἡδεῖαν καὶ πολλήν, ὅθεν καὶ Σαμψὼν ἐκάλει τὸ χωρίον Σιαγόνα καὶ μέχρι τοῦ δεῦρο τοῦτο λέγεται.
304 Μετὰ δὲ ταύτην τὴν μάχην Σαμψὼν καταφρονῶν τῶν Παλαιστίνων εἰς Γάζαν ἀφικνεῖται καὶ ἔν τινι τῶν καταγωγίων διέτριβε. μαθόντες δὲ τῶν Γαζαίων οἱ ἄρχοντες τὴν αὐτόθι παρουσίαν αὐτοῦ τὰ πρὸ τῶν πυλῶν ἐνέδραις καταλαμβάνουσιν, ὅπως ἐξιὼν μὴ λάθῃ.
305 Σαμψὼν δέ, οὐ γὰρ λανθάνουσιν αὐτὸν ταῦτα μηχανησάμενοι, περὶ μεσοῦσαν ἤδη τὴν νύκτα ἀναστὰς ἐνράσσει ταῖς πύλαις, αὐταῖς τε φλιαῖς καὶ μοχλοῖς ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις ἀράμενος κατωμαδὸν εἰς τὸ ὑπὲρ Ἑβρῶνος ὄρος φέρων κατατίθησιν.
306 Παρέβαινε δʼ ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτʼ αὐτῷ ἀρχὴ κακοῦ γίνεται· γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς Δαλάλης τοὔνομα συνῆν αὐτῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme