Book 5
307
καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. ἡ δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατʼ ἀρετήν.
308
ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο.
309
ἡ δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτʼ ἀνεγείρασα ἐδήλου παρεῖναί τινας ἐπʼ αὐτόν.
310
ὁ δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ ἡ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατʼ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθʼ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ.
311
τοῦ δὲ πάλιν ἀπατῶντος αὐτὴν καὶ φήσαντος ἑπτὰ κάλοις δεθέντα τὴν ἰσχὺν ἀπολέσειν, ἐπεὶ καὶ τοῦτο ποιήσασα οὐδὲν ἤνυσεν, τρίτον συνυφῆναι τὰς κόμας αὐτοῦ ἐμήνυσεν.
312
ὡς δʼ οὐδὲ τούτου γενομένου ἀληθὲς ηὑρίσκετο, δεομένης τελευταῖον ὁ Σαμψών, ἔδει γὰρ αὐτὸν συμφορᾷ περιπεσεῖν, χαρίζεσθαι βουλόμενος τῇ Δαλάλῃ, ἐμοῦ, φησίν, ὁ θεὸς κήδεται καὶ κατὰ τὴν ἐκείνου πρόνοιαν γεννηθεὶς κόμην ταύτην τρέφω παρεγγυήσαντος μὴ ἀποκείρειν τοῦ θεοῦ· τὴν γὰρ ἰσχὺν εἶναί μοι κατὰ τὴν ταύτης αὔξησιν καὶ παραμονήν .
313
ταῦτα μαθοῦσα καὶ στερήσασα τῆς κόμης αὐτὸν παραδιδοῖ τοῖς πολεμίοις οὐκέτʼ ὄντα ἰσχυρὸν ἀμύνασθαι τὴν ἔφοδον αὐτῶν. οἱ δʼ ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμοὺς δεδεμένον ἄγειν παρέδοσαν.
314
Προϊόντος δὲ τοῦ χρόνου ηὔξετο ἡ κόμη τῷ Σαμψῶνι, καὶ ἑορτῆς οὔσης τοῖς Παλαιστίνοις δημοτελοῦς καὶ τῶν ἀρχόντων καὶ γνωριμωτάτων ἐν ταὐτῷ εὐωχουμένων, οἶκος δʼ ἦν δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον, ἄγεται μεταπεμψαμένων ὁ Σαμψὼν εἰς τὸ συμπόσιον, ὅπως ἐνυβρίσωσιν αὐτῷ παρὰ τὸν πότον.