Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 5

336 τοῦτο ἡ Ναάμις τιτθευομένη κατὰ συμβουλίαν τῶν γυναικῶν Ὠβήδην ἐκάλεσεν ἐπὶ γηροκομίᾳ τῇ αὐτῆς τραφησόμενον· ὠβήδης γὰρ κατὰ διάλεκτον τὴν Ἑβραίων ἀποσημαίνει δουλεύων. Ὠβήδου δὲ γίνεται παῖς Ἰεσσαῖος, τούτου Δαβίδης ὁ βασιλεύσας καὶ παισὶ τοῖς αὐτοῦ καταλιπὼν τὴν ἡγεμονίαν ἐπὶ μίαν καὶ εἴκοσι γενεὰς ἀνδρῶν.
337 τὰ μὲν οὖν κατὰ Ῥούθην ἀναγκαίως διηγησάμην ἐπιδεῖξαι βουλόμενος τὴν τοῦ θεοῦ δύναμιν, ὅτι τούτῳ παράγειν ἐφικτόν ἐστιν εἰς ἀξίωμα λαμπρὸν καὶ τοὺς ἐπιτυχόντας, εἰς οἷον ἀνήγαγε καὶ Δαβίδην ἐκ τοιούτων γενόμενον.
338 Ἑβραῖοι δὲ τῶν πραγμάτων αὐτοῖς ὑπενεχθέντων πάλιν πόλεμον ἐκφέρουσι Παλαιστίνοις διὰ τοιαύτην αἰτίαν· Ἠλὶ τῷ ἀρχιερεῖ δύο παῖδες ἦσαν Ὁφνίης τε καὶ Φινεέσης.
339 οὗτοι καὶ πρὸς ἀνθρώπους ὑβρισταὶ γενόμενοι καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς οὐδενὸς ἀπείχοντο παρανομήματος, καὶ τὰ μὲν ἐφέροντο τῶν γερῶν κατὰ τιμήν, ἃ δʼ ἐλάμβανον αὐτοῖς ἁρπαγῆς τρόπῳ, γυναῖκάς τε τὰς ἐπὶ θρησκείᾳ παραγινομένας ὕβριζον φθοραῖς ταῖς μὲν βίαν προσφέροντες τὰς δὲ δώροις ὑπαγόμενοι· τυραννίδος δʼ οὐθὲν ἀπέλειπεν ὁ βίος αὐτῶν.
340 ὅ τε οὖν πατὴρ αὐτὸς ἐπὶ τούτοις χαλεπῶς εἶχεν ὅσον οὐδέπω προσδοκῶν ἥξειν ἐκ θεοῦ τιμωρίαν αὐτοῖς ἐπὶ τοῖς πραττομένοις, τό τε πλῆθος ἐδυσφόρει, κἀπειδὴ φράζει τὴν ἐσομένην συμφορὰν ὁ θεὸς τοῖς παισὶν αὐτοῦ τῷ τε Ἠλὶ καὶ Σαμουήλῳ τῷ προφήτῃ παιδὶ τότε ὄντι, τότε φανερὸν ἐπὶ τοῖς υἱοῖς πένθος ἦγε.
341 Βούλομαι δὲ τὰ περὶ τοῦ προφήτου πρότερον διεξελθὼν ἔπειθʼ οὕτως τὰ περὶ τοὺς Ἠλὶ παῖδας εἰπεῖν καὶ τὴν δυστυχίαν τὴν τῷ παντὶ λαῷ Ἑβραίων γενομένην.
342 Ἀλκάνης Λευίτης ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφράμου κληρουχίας Ῥαμαθὰν πόλιν κατοικῶν ἐγάμει δύο γυναῖκας Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται, τὴν δʼ ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν διετέλει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme