Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

arg α. Φθορὰ Παλαιστίνων καὶ τῆς γῆς αὐτῶν ἐξ ὀργῆς τοῦ θεοῦ διὰ τὴν αἰχμαλωτευθεῖσαν ὑπ' αὐτῶν κιβωτόν, καὶ τίνα τρόπον ἀπέπεμψαν αὐτὴν τοῖς Ἑβραίοις.
arg β. στρατεία Παλαιστίνων ἐπ' αὐτοὺς καὶ νίκη Ἑβραίων Σαμουήλου στρατηγοῦντος αὐτῶν τοῦ προφήτου.
arg γ. ὡς Σαμουῆλος διὰ τὸ γῆρας ἀσθενὴς ὢν τὰ πράγματα διοικεῖν τοῖς παισὶν αὐτοῦ ἐνεχείρισεν.
arg δ. ὡς οὐ καλῶς προϊσταμένων ἐκείνων τῆς ἀρχῆς τὸ πλῆθος ὑπ' ὀργῆς ᾐτήσατο βασιλεύεσθαι.
arg ε. Σαμουήλου πρὸς τοῦτο ἀγανάκτησις καὶ βασιλέως αὐτοῖς ἀνάδειξις Σαούλου τοὔνομα κελεύσαντος τοῦ θεοῦ.
arg ϛ. Σαούλου στρατεία ἐπὶ τὸ Ἀμμανιτῶν ἔθνος καὶ νίκη καὶ διαρπαγὴ τῶν πολεμίων.
arg ζ. ὡς στρατευσάμενοι πάλιν ἐπὶ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι ἡττήθησαν.
arg η. Σαούλου πρὸς Ἀμαληκίτας πόλεμος καὶ νίκη.
arg θ. ὅτι παραβαίνοντος Σαούλου τὰς ἐντολὰς τοῦ προφήτου Σαμουῆλος ἄλλον ἀπέδειξε βασιλέα κρύφα Δαβίδην ὄνομα κατ' ἐπιτροπὴν τοῦ θεοῦ.
arg ι. ὡς καὶ πάλιν ἐπεστράτευσαν τοῖς Ἑβραίοις οἱ Παλαιστῖνοι ἔτι Σαούλου βασιλεύοντος.
arg ια. μονομαχία Δαβίδου τότε πρὸς Γολίαθον τὸν ἄριστον τῶν Παλαιστίνων καὶ ἀναίρεσις τοῦ Γολιάθου καὶ ἧττα τῶν Παλαιστίνων.
arg ιβ. ὡς θαυμάσας τὸν Δαβίδην τῆς ἀνδρείας συνῴκισεν αὐτῷ τὴν θυγατέρα Σαοῦλος.
arg ιγ. ὅτι μετὰ ταῦτα ὕποπτον αὐτῷ τὸν Δαβίδην γενόμενον ὁ βασιλεὺς ἐσπούδασεν ἀποκτεῖναι.
arg ιδ. ὡς πολλάκις καὶ Δαβίδης κινδυνεύσας ἀποθανεῖν ὑπὸ τοῦ Σαούλου διέφυγε καὶ Σαοῦλον δὶς ἐπ' αὐτῷ γενόμενον ὥστε ἀνελεῖν οὐ διεχρήσατο.
arg ιε. ὡς στρατευσαμένων Παλαιστίνων πάλιν ἐπὶ τοὺς Ἑβραίους ἡττήθησαν οἱ Ἑβραῖοι τῇ μάχῃ καὶ ὁ βασιλεὺς αὐτῶν Σαοῦλος ἀπέθανε μετὰ τῶν παίδων μαχόμενος.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
1 Λαβόντες δʼ οἱ Παλαιστῖνοι τὴν τῶν πολεμίων κιβωτὸν αἰχμάλωτον, ὡς προειρήκαμεν μικρὸν ἔμπροσθεν, εἰς Ἄζωτον ἐκόμισαν πόλιν καὶ παρὰ τὸν αὐτῶν θεὸν ὥσπερ τι λάφυρον, Δαγὼν δʼ οὗτος ἐκαλεῖτο, τιθέασι.
1 / 64 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme