Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

83 Σαμουήλου δὲ φήσαντος καὶ δευτέρᾳ δεῖν χειροτονίᾳ Σαούλῳ τὴν βασιλείαν ἐπικυρῶσαι συνίασι πάντες εἰς Γάλγαλα πόλιν· ἐκεῖ γὰρ αὐτοὺς ἐκέλευσεν ἐλθεῖν. καὶ πάλιν ὁρῶντος τοῦ πλήθους ὁ προφήτης χρίει τὸν Σαοῦλον τῷ ἁγίῳ ἐλαίῳ καὶ δεύτερον ἀναγορεύει βασιλέα. καὶ οὕτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν.
84 ἐπὶ γὰρ Μωυσέος καὶ τοῦ μαθητοῦ αὐτοῦ Ἰησοῦ, ὃς ἦν στρατηγὸς, ἀριστοκρατούμενοι διετέλουν· μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἔτεσι τοῖς πᾶσι δέκα καὶ πρὸς τούτοις ὀκτὼ τὸ πλῆθος αὐτῶν ἀναρχία κατέσχε.
85 μετὰ ταῦτα δʼ εἰς τὴν προτέραν ἐπανῆλθον πολιτείαν τῷ κατὰ πόλεμον ἀρίστῳ δόξαντι γεγενῆσθαι καὶ κατʼ ἀνδρείαν περὶ τῶν ὅλων δικάζειν ἐπιτρέποντες· καὶ διὰ τοῦτο τὸν χρόνον τοῦτον τῆς πολιτείας κριτῶν ἐκάλεσαν.
86 Ἐκκλησίαν δὲ Σαμουῆλος ποιήσας ὁ προφήτης τῶν Ἑβραίων ἐπόμνυμαι, φησίν, ὑμῖν τὸν μέγιστον θεὸν, ὃς τοὺς ἀδελφοὺς ἐκείνους, λέγω δὴ Μωυσῆν καὶ Ἀαρῶνα, παρήγαγεν εἰς τὸν βίον καὶ τοὺς πατέρας ἡμῶν ἐξήρπασεν Αἰγυπτίων καὶ τῆς ὑπʼ αὐτοῖς δουλείας, μηδὲν μήτʼ αἰδοῖ χαρισαμένους μήτε ὑποστειλαμένους φόβῳ μήτε ἄλλῳ τινὶ πάθει παραχωρήσαντας εἰπεῖν, εἴ τι μοι πέπρακται σκαιὸν καὶ ἄδικον ἢ κέρδους ἕνεκα ἢ πλεονεξίας ἢ χάριτος τῆς πρὸς ἄλλους·
87 ἐλέγξαι δὲ εἰ καὶ τῶν τοιούτων τι προσηκάμην μόσχον ἢ πρόβατον, ἃ πρὸς τροφὴν ἀνεμέσητον δοκεῖ λαμβάνειν, ἢ εἴ τινος ὑποζύγιον εἰς ἐμὴν ἀποσπάσας χρείαν ἐλύπησα, τούτων ἕν τι κατειπεῖν παρόντος ὑμῶν τοῦ βασιλέως. οἱ δὲ ἀνέκραγον τούτων οὐδὲν ὑπʼ αὐτοῦ γεγονέναι, προστῆναι δὲ ὁσίως αὐτὸν καὶ δικαίως τοῦ ἔθνους.
88 Σαμουῆλος δὲ ταύτης ἐξ ἁπάντων τῆς μαρτυρίας αὐτῷ γενομένης ἐπεὶ δεδώκατέ μοι, φησί, τὸ μηδὲν ἄτοπον ἔθʼ ὑμᾶς περὶ ἐμοῦ δύνασθαι λέγειν, φέρε νῦν μετὰ παρρησίας ἀκούσατέ μου λέγοντος, ὅτι μεγάλα ἠσεβήσατε εἰς τὸν θεὸν αἰτησάμενοι βασιλέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme