Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

94 εἰ δὲ τούτων ἀμελήσουσιν, ἔλεγεν ἥξειν αὐτοῖς τε καὶ τῷ βασιλεῖ μεγάλην ἐκ θεοῦ πληγήν. καὶ Σαμουῆλος μὲν ταῦτα τοῖς Ἑβραίοις προφητεύσας ἀπέλυσεν αὐτοὺς ἐπὶ τὰ οἰκεῖα βεβαιώσας ἐκ δευτέρου τῷ Σαούλῳ τὴν βασιλείαν.
95 Οὗτος δʼ ἐπιλέξας ἐκ τοῦ πλήθους ὡς τρισχιλίους τοὺς μὲν δισχιλίους ὥστε σωματοφυλακεῖν αὐτὸν λαβὼν αὐτὸς διέτριβεν ἐν πόλει Βεθήβῳ, Ἰωνάθῃ δὲ τῷ παιδὶ τοὺς λοιποὺς δοὺς ὥστε σωματοφυλακεῖν αὐτὸν εἰς Γεβὰλ ἔπεμψεν. ὁ δʼ ἐκπολιορκεῖ τι φρούριον τῶν Παλαιστίνων οὐ πόρρω Γεβάλων.
96 οἱ γὰρ Παλαιστῖνοι καταστρεφόμενοι τοὺς Ἰουδαίους τά τε ὅπλα αὐτοὺς ἀφῃροῦντο καὶ τοὺς ὀχυρωτάτους τῆς χώρας τόπους φρουραῖς κατελαμβάνοντο καὶ σιδηροφορεῖν χρῆσθαί τε καθάπαξ ἀπηγόρευον σιδήρῳ, καὶ διὰ ταύτην τὴν πρόρρησιν οἱ γεωργοὶ, εἴποτε δεήσειʼ αὐτοὺς ἐπισκευάσαι τι τῶν ἐργαλείων, ἢ ὕνιν ἢ δίκελλαν ἢ ἄλλο τι τῶν εἰς γεωργίαν χρησίμων, φοιτῶντες εἰς τοὺς Παλαιστίνους ταῦτα ἔπραττον.
97 ὡς δὲ ἠκούσθη τοῖς Παλαιστίνοις ἡ τῆς φρουρᾶς ἀναίρεσις ἀγανακτήσαντες καὶ δεινὴν ὕβριν τὴν καταφρόνησιν ἡγησάμενοι στρατεύουσιν ἐπὶ τοὺς Ἰουδαίους πεζῶν μὲν τριάκοντα μυριάσιν ἅρμασι δὲ τρισμυρίοις, ἵππον δὲ ἑξακισχιλίαν ἐπήγοντο·
98 καὶ στρατοπεδευσαμένων πρὸς πόλει Μαχμὰ τοῦτο Σαοῦλος ὁ τῶν Ἰουδαίων βασιλεὺς μαθὼν εἰς Γάλγαλα καταβαίνει πόλιν καὶ διὰ πάσης κηρύσσει τῆς χώρας ἐπʼ ἐλευθερίᾳ καλῶν τὸν λαὸν ἐπὶ τὸν πόλεμον τὸν πρὸς Παλαιστίνους, τὴν δύναμιν ἐκφαυλίζων αὐτῶν καὶ διασύρων ὡς οὐκ ἀξιόλογον οὐδʼ ὥστε φοβεῖσθαι διακινδυνεύειν πρὸς αὐτούς.
99 κατανοήσαντες δὲ τὸ πλῆθος τῶν Παλαιστίνων οἱ τοῦ Σαούλου κατεπλάγησαν, καὶ οἱ μὲν εἰς τὰ σπήλαια καὶ τοὺς ὑπονόμους ἔκρυψαν αὑτοὺς, οἱ πλείους δὲ εἰς τὴν πέραν τοῦ Ἰορδάνου γῆν ἔφυγον· αὕτη δʼ ἦν Γάδου καὶ Ῥουβήλου.
100 Πέμψας δὲ Σαοῦλος πρὸς τὸν προφήτην ἐκάλει πρὸς αὑτὸν συνδιασκεψόμενον περὶ τοῦ πολέμου καὶ τῶν πραγμάτων. ὁ δὲ περιμένειν αὐτὸν ἐκέλευσεν αὐτόθι καὶ παρασκευάζειν θύματα· μετὰ γὰρ ἡμέρας ἑπτὰ πρὸς αὐτὸν ἥξειν, ὅπως θύσωσι τῇ ἑβδόμῃ τῶν ἡμερῶν, ἔπειθʼ οὕτως συμβάλωσι τοῖς πολεμίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme