Book 6
115
Τῶν δὲ τοῦ Σαούλου κατασκόπων τεταράχθαι τὸ στρατόπεδον τῶν Παλαιστίνων φρασάντων τῷ βασιλεῖ Σαοῦλος ἠρώτα, μή τις εἴη τῶν αὑτοῦ κεχωρισμένος. ἀκούσας δὲ τὸν υἱὸν καὶ σὺν αὐτῷ τὸν ὁπλοφόρον ἀπεῖναι κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ νίκην ἔσεσθαι καὶ κράτος κατὰ τῶν πολεμίων φράσαντος ἐπεξέρχεται τοῖς Παλαιστίνοις καὶ τεταραγμένοις προσβάλλει καὶ φονεύουσιν ἀλλήλους.
116
προσρέουσι δὲ αὐτῷ καὶ οἱ πρότερον εἴς τε τοὺς ὑπονόμους καὶ εἰς τὰ σπήλαια συμφυγόντες ἀκούσαντες ὅτι νικᾷ Σαοῦλος· γενομένων δὲ ὡς μυρίων ἤδη τῶν Ἑβραίων διώκει τοὺς πολεμίους κατὰ πᾶσαν ἐσκορπισμένους τὴν χώραν. εἴτε δὲ ὑπὸ τῆς ἐπὶ τῇ νίκῃ χαρᾶς οὕτω παραλόγως γενομένῃ, συμβαίνει γὰρ μὴ κρατεῖν τοῦ λογισμοῦ τοὺς οὕτως εὐτυχήσαντας, εἴθʼ ὑπὸ ἀγνοίας εἰς δεινὸν προπίπτει καὶ πολλὴν ἔχον κατάμεμψιν ἔργον·
117
βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵνʼ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος ᾖ.
118
τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, ὁ τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπʼ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε.
119
μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς ὁ πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα· μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι.
120
Πολλὰς γοῦν κατακόψαντες μυριάδας τῶν Παλαιστίνων δείλης ὀψίας ἐπὶ διαρπαγὴν τοῦ στρατοπέδου τῶν Παλαιστίνων τρέπονται, καὶ λείαν πολλὴν καὶ βοσκήματα λαβόντες κατασφάζουσι καὶ ταῦτʼ ἔναιμα κατήσθιον. ἀπαγγέλλεται δὲ τῷ βασιλεῖ ὑπὸ τῶν γραμματέων, ὅτι τὸ πλῆθος εἰς τὸν θεὸν ἐξαμαρτάνει θῦσαν καὶ πρὶν ἢ τὸ αἷμα καλῶς ἀποπλῦναι καὶ τὰς σάρκας ποιῆσαι καθαρὰς ἐσθίον.