Book 6
139
συνεξήμαρτε δʼ αὐτῷ καὶ τὸ πλῆθος· καὶ γὰρ ἐκεῖνοι τῶν ὑποζυγίων καὶ τῶν βοσκημάτων ἐφείσαντο καὶ διήρπασαν μὴ τηρεῖν αὐτὰ τοῦ θεοῦ κελεύσαντος τά τε ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησαν, εἰ δέ τι μὴ σπουδῆς ἦν ἄξιον ὥστε κεκτῆσθαι διέφθειραν.
140
Νικήσας δὲ Σαοῦλος ἅπαντας τοὺς ἀπὸ Πηλουσίου τῆς Αἰγύπτου καθήκοντας ἕως τῆς Ἐρυθρᾶς θαλάσσης διέφθειρε πολεμίους παραλιπὼν τὸ τῶν Σικιμιτῶν ἔθνος· οὗτοι γὰρ ἐν τῇ Μαδιηνῇ χώρᾳ μέσοι κατῴκηνται. πρὸ δὲ τῆς μάχης πέμψας παρήγγειλεν αὐτοῖς ἀναχωρεῖν, μὴ τοῖς Ἀμαληκίταις κοινωνήσωσι συμφορᾶς· συγγενεῖς γὰρ αὐτοὺς ὄντας Ῥαγουήλου τοῦ Μωυσέος πενθεροῦ σώζειν αἰτίαν ἔχειν.
141
Καὶ Σαοῦλος μὲν ὡς μηδενὸς παρακούσας ὧν ὁ προφήτης ἐπέστειλε μέλλοντι τὸν πρὸς Ἀμαληκίτας ἐκφέρειν πόλεμον, ἀλλʼ ὡς ἐπὶ πᾶσιν ἐκείνοις ἀκριβῶς πεφυλαγμένοις νενικηκὼς τοὺς πολεμίους οἴκαδε πρὸς αὑτὸν ὑπέστρεψε χαίρων ἐπὶ τοῖς κατωρθωμένοις.
142
ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτʼ ἐπράχθη· δεινὸν γὰρ ἡγεῖτο νικᾶν μὲν καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐκείνου τὴν ἰσχὺν διδόντος αὐτοῖς, καταφρονεῖσθαι δὲ καὶ παρακούεσθαι μηδὲ ὡς ἄνθρωπον βασιλέα.
143
μετανοεῖν οὖν ἔλεγε πρὸς τὸν προφήτην Σαμουῆλον ἐπὶ τῷ χειροτονῆσαι βασιλέα τὸν Σαοῦλον μηδὲν ὧν αὐτὸς κελεύει πράττοντα, τῇ δʼ οἰκείᾳ βουλήσει χρώμενον. σφόδρα ταῦτʼ ἀκούσας ὁ Σαμουῆλος συνεχύθη καὶ διʼ ὅλης τῆς νυκτὸς παρακαλεῖν ἤρξατο τὸν θεὸν καταλλάττεσθαι τῷ Σαούλῳ καὶ μὴ χαλεπαίνειν.
144
ὁ δὲ τὴν συγγνώμην οὐκ ἐπένευσεν εἰς τὸν Σαοῦλον αἰτουμένῳ τῷ προφήτῃ λογισάμενος οὐκ εἶναι δίκαιον ἁμαρτήματα χαρίζεσθαι παραιτήσει· οὐ γὰρ ἐξ ἄλλου τινὸς φύεσθαι μᾶλλον ἢ τοῦ μαλακίζεσθαι τοὺς ἀδικουμένους· θηρωμένους γὰρ δόξαν ἐπιεικείας καὶ χρηστότητος λανθάνειν αὐτοὺς ταῦτα γεννῶντας.