Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

145 ὡς οὖν ἀπεῖπεν ὁ θεὸς τῇ τοῦ προφήτου δεήσει καὶ δῆλος ἦν μεταμελόμενος, ἅμʼ ἡμέρᾳ Σαμουῆλος εἰς Γάλγαλα παραγίνεται πρὸς Σαοῦλον· θεασάμενος δʼ αὐτὸν ὁ βασιλεὺς προστρέχει καὶ κατασπασάμενος τῷ θεῷ, φησίν, εὐχαριστῶ δόντι μοι τὴν νίκην, ἅπαντα μέντοι γε τὰ κελευσθέντα ὑπʼ αὐτοῦ πέπρακται.
146 Σαμουῆλος δὲ πρὸς τοῦθʼ ὑπολαβὼν πόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ; ὁ δὲ τὸν λαὸν ταῦτʼ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι· τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δʼ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν.
147 ὁ δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφʼ ἑαυτῶν νομίζοντες ἢ ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος· καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλʼ ὅταν ἀπειθεῖν δοκῇ.
148 παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδʼ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτʼ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτʼ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτʼ εὐμενῶς, ἀλλʼ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.
149 τοῖς δʼ ἓν καὶ μόνον τοῦθʼ ὅτι περ ἂν φθέγξηται καὶ κελεύσῃ ὁ θεὸς διὰ μνήμης ἔχουσι καὶ τεθνάναι μᾶλλον ἢ παραβῆναί τι τούτων αἱρουμένοις ἐπιτέρπεται, καὶ οὔτε θυσίαν ἐπιζητεῖ παρʼ αὐτῶν καὶ παρὰ θυόντων δὲ, κἂν ᾖ λιτά, τῆς πενίας ἥδιον τὴν τιμὴν ἢ παρὰ τῶν πλουσιωτάτων δεξιοῦται.
150 σὺ τοίνυν ἴσθι σαυτὸν διʼ ὀργῆς ὄντα τῷ θεῷ· κατεφρόνησας γὰρ καὶ κατημέλησας ὧν ἐπέστειλε. πῶς οὖν οἴει τὴν θυσίαν ἂν αὐτὸν προσβλέπειν ἐξ ὧν κατέκρινεν ἀπολέσθαι γινομένην; πλὴν εἰ μὴ νομίζεις ὅμοιον ὄλεθρον τὸ θύεσθαι ταῦτα τῷ θεῷ. προσδόκα τοίνυν τὴν βασιλείαν ἀφαιρεθησόμενος καὶ τὴν ἐξουσίαν, ἀφʼ ἧς ὁρμώμενος τοῦ παρασχόντος σοι θεοῦ ταύτην ἠμέλησας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme