Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

209 Τῇ δʼ ἐπιούσῃ πρὸς τὸν Σαοῦλον Ἰωνάθης ἐλθὼν ὡς ἱλαρόν τε καὶ χαίροντα κατέλαβεν ἤρξατο λόγους αὐτῷ περὶ τοῦ Δαυίδου προσφέρειν· τί καταγνοὺς αὐτοῦ μικρὸν ἢ μεῖζον ἀδίκημα, πάτερ, προσέταξας ἀνελεῖν ἄνδρα μέγα μὲν αὐτῷ πρὸς σωτηρίαν ὄφελος γεγενημένον, μεῖζον δὲ πρὸς τὴν Παλαιστίνων τιμωρίαν,
210 ὕβρεως δὲ καὶ χλεύης ἀπαλλάξαντα τὸν Ἑβραίων λαὸν ἣν ἐπὶ τεσσαράκοντα ἡμέρας ὑπέμεινε μόνος τολμῶν ὑποστῆναι τὴν τοῦ πολεμίου πρόκλησιν, καὶ μετὰ ταῦτα κομίσαντα μὲν ὅσας ἐπετάχθη κεφαλὰς τῶν ἐχθρῶν, λαβόντα δʼ ἐπὶ τούτῳ γέρας τὴν ἐμὴν ἀδελφὴν πρὸς γάμον, ὡς ἂν ἀλγεινὸς αὐτοῦ γένοιθʼ ἡμῖν ὁ θάνατος οὐ διὰ τὴν ἀρετὴν μόνον, ἀλλὰ καὶ διὰ τὴν συγγένειαν· συναδικεῖται γὰρ αὐτοῦ τῷ θανάτῳ καὶ ἡ σὴ θυγάτηρ χηρείαν πρὶν ἢ τῆς συμβιώσεως εἰς ὄνησιν ἐλθεῖν μέλλουσα πειράζειν.
211 ταῦτα λογισάμενος μεταβαλοῦ πρὸς τὸ ἡμερώτερον καὶ μηδὲν ποιήσῃς κακὸν ἄνδρα πρῶτον μὲν εὐεργεσίαν εὐεργετήσαντα μεγάλην τὴν σὴν σωτηρίαν, ὅτε σοι τοῦ πονηροῦ πνεύματος καὶ τῶν δαιμονίων ἐγκαθεζομένων τὰ μὲν ἐξέβαλεν, εἰρήνην δὲ ἀπʼ αὐτῶν τῇ ψυχῇ σου παρέσχεν, δεύτερον δὲ τὴν ἀπὸ τῶν πολεμίων ἐκδικίαν· αἰσχρὸν γὰρ τούτων ἐπιλελῆσθαι.
212 τούτοις παρηγορεῖται τοῖς λόγοις Σαοῦλος καὶ μηδὲν ἀδικήσειν τὸν Δαυίδην ὄμνυσι τῷ παιδί· κρείττων γὰρ ὀργῆς καὶ φόβου δίκαιος λόγος. Ἰωνάθης δὲ μεταπεμψάμενος τὸν Δαυίδην σημαίνει τε αὐτῷ χρηστὰ καὶ σωτήρια τὰ παρὰ τοῦ πατρὸς ἄγει τε πρὸς αὐτόν, καὶ παρέμεινε τῷ βασιλεῖ Δαυίδης ὥσπερ ἔμπροσθεν.
213 Κατὰ δὲ τοῦτον τὸν καιρὸν τῶν Παλαιστίνων στρατευσαμένων πάλιν ἐπὶ τοὺς Ἑβραίους πέμπει μετὰ στρατιᾶς τὸν Δαυίδην πολεμήσοντα τοῖς Παλαιστίνοις, καὶ συμβαλὼν πολλοὺς αὐτῶν ἀπέκτεινε καὶ νικήσας ἐπάνεισι πρὸς τὸν βασιλέα. προσδέχεται δʼ αὐτὸν ὁ Σαοῦλος οὐχ ὡς ἤλπισεν ἀπὸ τοῦ κατορθώματος, ἀλλʼ ὑπὸ τῆς εὐπραγίας αὐτοῦ λυπηθεὶς ὡς ἐπισφαλέστερος αὐτὸς ἐκ τῶν ἐκείνου πράξεων γενόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme