Book 6
237
τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην.
238
ὑποτυχόντος δʼ Ἰωνάθου, τί δʼ ἀδικοῦντα κολάσαι θέλεις; οὐκέτʼ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν ὁ Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπʼ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δʼ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν διʼ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι.
239
Καὶ τότε μὲν ὁ τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δʼ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι.
240
ποιήσας δὲ ὁ Ἰωνάθης τὰ συγκείμενα τὸν μὲν ἑπόμενον ἀπολύει εἰς τὴν πόλιν παῖδα, ἦν δʼ ἠρεμία τῷ Δαυίδῃ παρελθεῖν εἰς ὄψιν αὐτῷ καὶ λόγους. ἀναφανεὶς δʼ οὗτος πίπτει πρὸ τῶν Ἰωνάθου ποδῶν καὶ προσκυνῶν σωτῆρα αὐτοῦ τῆς ψυχῆς ἀπεκάλει.
241
ἀνίστησι δʼ ἀπὸ τῆς γῆς αὐτόν, καὶ περιπλακέντες ἀλλήλους μακρά τε ἠσπάζοντο καὶ δεδακρυμένα τήν τε ἡλικίαν ἀποθρηνοῦντες αὑτῶν καὶ τὴν ἐφθονημένην ἑταιρίαν καὶ τὸν μέλλοντα διαχωρισμόν, ὃς οὐδὲν αὐτοῖς ἐδόκει θανάτου διαφέρειν. μόλις δʼ ἐκ τῶν θρήνων ἀνανήψαντες καὶ μεμνῆσθαι τῶν ὅρκων ἀλλήλοις παρακελευσάμενοι διελύθησαν.
242
Δαυίδης δὲ φεύγων τὸν βασιλέα καὶ τὸν ἐξ αὐτοῦ θάνατον εἰς Ναβὰν παραγίνεται πόλιν πρὸς Ἀβιμέλεχον τὸν ἀρχιερέα, ὃς ἐπὶ τῷ μόνον ἥκοντα ἰδεῖν καὶ μήτε φίλον σὺν αὐτῷ μήτʼ οἰκέτην παρόντα ἐθαύμασε καὶ τὴν αἰτίαν τοῦ μηδένα εἶναι σὺν αὐτῷ μαθεῖν ἤθελεν.