Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

243 ὁ δὲ πρᾶξιν ἀπόρρητον ἐπιταγῆναι παρὰ τοῦ βασιλέως ἔφησεν, εἰς ἣν συνοδίας αὐτῷ βουλομένῳ λαθεῖν οὐκ ἔδει· τοὺς μέντοι θεράποντας εἰς τόνδε μοι τὸν τόπον ἀπαντᾶν προσέταξα. ἠξίου δὲ λαβεῖν ἐφόδια· φίλου γὰρ αὐτὸν ποιήσειν ἔργον παρασχόντα καὶ πρὸς τὸ προκείμενον συλλαμβανομένου.
244 τυχὼν δὲ τούτων ᾔτει καὶ ὅπλον τι μετὰ χεῖρας ῥομφαίαν ἢ δοράτιον· παρῆν δὲ καὶ Σαούλου δοῦλος γένει μὲν Σύρος Δώηγος δὲ ὄνομα τὰς τοῦ βασιλέως ἡμιόνους νέμων· ὁ δʼ ἀρχιερεὺς ἔχειν μὲν αὐτὸς οὐδέν τι εἶπε τοιοῦτον, εἶναι δὲ τὴν Γολιάθου ῥομφαίαν, ἣν ἀποκτείνας τὸν Παλαιστῖνον αὐτὸς ἀναθείη τῷ θεῷ.
245 λαβὼν δὲ ταύτην ὁ Δαβίδης ἔξω τῆς τῶν Ἑβραίων χώρας εἰς Γίτταν διέφυγε τὴν Παλαιστίνων, ἧς Ἄγχους ἐβασίλευεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν τοῦ βασιλέως οἰκετῶν καὶ φανερὸς αὐτῷ γενόμενος μηνυόντων ἐκείνων, ὅτι Δαυίδης ὁ πολλὰς ἀποκτείνας Παλαιστίνων μυριάδας εἴη, δείσας μὴ πρὸς αὐτοῦ θάνῃ καὶ τὸν κίνδυνον ὃν ἐξέφυγε παρὰ Σαούλου παρʼ ἐκείνου πειράσῃ προσποιεῖται μανίαν καὶ λύσσαν, ὡς ἀφρὸν κατὰ τοῦ στόματος αὐτοῦ φερόμενον καὶ τὰ ἄλλα ὅσα συνίστησι μανίαν πίστιν παρὰ τῷ Γίττης βασιλεῖ γενέσθαι τῆς νόσου.
246 καὶ τοῖς οἰκέταις ὁ βασιλεὺς προσδυσχεράνας ὡς ἔκφρονα πρὸς αὐτὸν ἀγάγοιεν ἄνθρωπον ἐκέλευσε τὸν Δαυίδην ὡς τάχος ἐκβάλλειν.
247 Διασωθεὶς δὲ οὗτος ἐκ τῆς Γίττης εἰς τὴν Ἰούδα παραγίνεται φυλὴν καὶ ἐν τῷ πρὸς Ἀδολλάμῃ πόλει σπηλαίῳ διατρίβων πέμπει πρὸς τοὺς ἀδελφοὺς δηλῶν αὐτοῖς ἔνθα εἴη. οἱ δὲ μετὰ πάσης συγγενείας ἧκον πρὸς αὐτόν· καὶ τῶν ἄλλων δὲ ὅσοις ἢ χρεία ἦν ἢ φόβος ἐκ Σαούλου τοῦ βασιλέως συνερρύησαν πρὸς αὐτὸν καὶ ποιεῖν τὰ ἐκείνῳ δοκοῦντα ἑτοίμως ἔχειν ἔλεγον. ἐγένοντο δὲ οἱ πάντες ὡσεὶ τετρακόσιοι.
248 θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθʼ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δʼ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρʼ ὃν ἐτύγχανον παρʼ αὐτῷ χρόνον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme