Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

256 ὁ δʼ ἀρχιερεὺς οὐκ ἐπʼ ἄρνησιν ἐτράπη τῶν γεγονότων, ἀλλὰ μετὰ παρρησίας ταῦτα παρασχεῖν ὡμολόγει οὐχὶ Δαυίδῃ χαριζόμενος, ἀλλʼ αὐτῷ· πολέμιον γὰρ σὸν οὐκ εἰδέναι ἔφασκε, πιστὸν δὲ ἐν τοῖς μάλιστα δοῦλον καὶ χιλίαρχον καὶ τὸ τούτων μεῖζον γαμβρόν τε ἤδη καὶ συγγενῆ.
257 ταῦτα δʼ οὐκ ἐχθροῖς παρέχειν τοὺς ἀνθρώπους, ἀλλὰ τοῖς εὐνοίᾳ καὶ τιμῇ τῇ πρὸς αὐτοὺς ἀρίστοις. προφητεῦσαι δὲ οὐ νῦν πρῶτον αὐτῷ, πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο πεποιηκέναι· φήσαντι δὲ ὑπὸ σοῦ πεμφθῆναι κατὰ πολλὴν σπουδὴν ἐπὶ πρᾶξιν τῷ μηδὲν παρασχεῖν ὧν ἐπεζήτει σοὶ μᾶλλον ἀντιλέγειν ἢ ἐκείνῳ περὶ αὐτῶν ἐλογιζόμην.
258 διὸ μηδὲν πονηρὸν κατʼ ἐμοῦ φρονήσῃς μηδὲ πρὸς ἃ νῦν ἀκούεις Δαυίδην ἐγχειρεῖν πρὸς ταῦτα τὴν τότε μου δοκοῦσαν φιλανθρωπίαν ὑποπτεύσῃς· φίλῳ γὰρ καὶ γαμβρῷ σῷ καὶ χιλιάρχῳ παρέσχον, οὐ πολεμίῳ.
259 Ταῦτα λέγων ὁ ἀρχιερεὺς οὐκ ἔπεισε τὸν Σαοῦλον· δεινὸς γὰρ ὁ φόβος μηδʼ ἀληθεῖ πιστεύειν ἀπολογίᾳ· κελεύει δὲ τοῖς ὁπλίταις περιστᾶσιν αὐτὸν ἀποκτεῖναι. μὴ θαρρούντων δʼ ἐκείνων ἅψασθαι τοῦ ἀρχιερέως, ἀλλὰ τὸ θεῖον εὐλαβουμένων μᾶλλον ἢ τὸ παρακοῦσαι τοῦ βασιλέως, τῷ Σύρῳ Δωήγῳ προστάσσει τὸν φόνον.
260 καὶ παραλαβὼν ὁμοίους αὑτῷ πονηροὺς ἐκεῖνος ἀποκτείνει τὸν Ἀβιμέλεχον καὶ τὴν γενεὰν αὐτοῦ· ἦσαν δὲ πάντες ὡσεὶ πέντε καὶ τριακόσιοι. πέμψας δὲ Σαοῦλος καὶ εἰς τὴν πόλιν τῶν ἱερέων Ναβὰν πάντας τε αὐτοὺς ἀπέκτεινεν οὐ γυναικῶν οὐ νηπίων οὐδʼ ἄλλης ἡλικίας φεισάμενος, αὐτὴν δὲ ἐνέπρησε.
261 διασώζεται δὲ παῖς εἷς Ἀβιμελέχου Ἀβιάθαρος ὄνομα. ταῦτα μέντοι συνέβη, καθὼς προεφήτευσεν ὁ θεὸς τῷ ἀρχιερεῖ Ἠλὶ διὰ τὰς τῶν υἱῶν αὐτοῦ δύο παρανομίας εἰπὼν διαφθαρήσεσθαι τοὺς ἐγγόνους.
262 Σαοῦλος δὲ ὁ βασιλεὺς ὠμὸν οὕτως ἔργον διαπραξάμενος καὶ γενεὰν ὅλην ἀρχιερατικῆς ἀποσφάξας τιμῆς καὶ μήτʼ ἐπὶ νηπίοις λαβὼν οἶκτον μήτʼ ἐπὶ γέρουσιν αἰδῶ, καταβαλὼν δὲ καὶ τὴν πόλιν, ἣν πατρίδα καὶ τροφὸν τῶν ἱερέων καὶ προφητῶν αὐτόθι τὸ θεῖον ἐπελέξατο καὶ μόνην εἰς τὸ τοιούτους φέρειν ἄνδρας ἀπέδειξε, μαθεῖν ἅπασι παρέσχε καὶ κατανοῆσαι τὸν ἀνθρώπινον τρόπον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme