Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

269 Ὁ δʼ Ἀβιάθαρος ὁ τοῦ Ἀβιμελέχου παῖς ὁ μόνος δυνηθεὶς ἐκ τοῦ γένους τῶν ὑπὸ τοῦ Σαούλου φονευθέντων ἱερέων φυγὼν πρὸς Δαυίδην τὴν τῶν οἰκείων αὐτοῦ συμφορὰν ἐδήλωσε καὶ τὴν τοῦ πατρὸς ἀναίρεσιν.
270 ὁ δʼ οὐκ ἀγνοεῖν ἔφη ταῦτα περὶ αὐτοὺς ἐσόμενα ἰδὼν τὸν Δώηγον· ὑπονοῆσαι γὰρ διαβληθήσεσθαι πρὸς αὐτοῦ τὸν ἀρχιερέα τῷ βασιλεῖ, καὶ τῆς ἀτυχίας ταύτης αὐτοῖς αὑτὸν ᾐτιᾶτο. μένειν δʼ αὐτόθι καὶ σὺν αὐτῷ διατρίβειν ὡς οὐκ ἐν ἄλλῳ τόπῳ λησόμενον οὕτως ἠξίου.
271 Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀκούσας ὁ Δαυίδης τοὺς Παλαιστίνους ἐμβεβληκότας εἰς τὴν Κιλλανῶν χώραν καὶ ταύτην διαρπάζοντας δίδωσιν ἑαυτὸν στρατεύειν ἐπʼ αὐτοὺς τοῦ θεοῦ διὰ τοῦ προφήτου πυθόμενος εἰ ἐπιτρέπει νίκην. τοῦ δὲ σημαίνειν φήσαντος ἐξώρμησεν ἐπὶ τοὺς Παλαιστίνους μετὰ τῶν ἑταίρων καὶ φόνον τε αὐτῶν πολὺν ἐξέχεε καὶ λείαν ἤλασεν.
272 καὶ παραμείνας τοῖς Κιλλανοῖς ἕως οὗ τὰς ἅλως καὶ τὸν καρπὸν συνεῖλον ἀδεῶς Σαούλῳ τῷ βασιλεῖ μηνύεται παρʼ αὐτοῖς ὤν· τὸ γὰρ ἔργον καὶ τὸ κατόρθωμα οὐκ ἔμεινε παρʼ οἷς ἐγένετο, φήμῃ δʼ ἐπίπαν εἴς τε τὰς τῶν ἄλλων ἀκοὰς καὶ πρὸς τὰς τοῦ βασιλέως διεκομίσθη αὑτό τε συνιστάνον καὶ τὸν πεποιηκότα.
273 χαίρει δὲ Σαοῦλος ἀκούσας ἐν Κίλλα τὸν Δαυίδην, καί θεὸς ἤδη χερσὶ ταῖς ἐμαῖς ὑπέθετο αὐτόν, εἰπών, ἐπεὶ καὶ συνηνάγκασεν ἐλθεῖν εἰς πόλιν τείχη καὶ πύλας καὶ μοχλοὺς ἔχουσαν , τῷ λαῷ παντὶ προσέταξεν ἐπὶ τὴν Κίλλαν ἐξορμῆσαι καὶ πολιορκήσαντι καὶ ἑλόντι τὸν Δαυίδην ἀποκτεῖναι.
274 ταῦτα δὲ αἰσθόμενος ὁ Δαυίδης καὶ μαθὼν παρὰ τοῦ θεοῦ, ὅτι μείναντα παρʼ αὐτοῖς οἱ Κιλλῖται ἐκδώσουσι τῷ Σαούλῳ, παραλαβὼν τοὺς τετρακοσίους ἀπῆρεν ἀπὸ τῆς πόλεως εἰς τὴν ἔρημον ἐπάνω τῆς Ἐνγεδὼν λεγομένης. καὶ ὁ μὲν βασιλεὺς ἀκούσας αὐτὸν πεφευγότα παρὰ τῶν Κιλλιτῶν ἐπαύσατο τῆς ἐπʼ αὐτὸν στρατείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme