Book 6
287
ἴσθι τοίνυν ἐκ τούτων καλῶς ἔχειν με πρὸς σὲ καὶ τὸν σὸν οἶκον ἐμοὶ πιστεῦσαι δεῖ, καὶ μὴ τοῖς κατηγοροῦσιν ἃ μήτε εἰς νοῦν ἐβαλόμην μήτε δύναται γενέσθαι προσθέμενον μεταδιώκειν τὴν ἐμὴν ψυχὴν καὶ μηδὲν μήθʼ ἡμέρας μήτε νυκτὸς ἔχειν διὰ φροντίδος ἢ τὴν ἐμὴν ἀναίρεσιν, ἣν ἀδίκως μεταπορεύῃ·
288
πῶς γὰρ οὐχὶ ψευδῆ περὶ ἐμοῦ δόξαν εἴληφας ὡς ἀποκτεῖναί σε θέλοντος; ἢ πῶς οὐκ ἀσεβεῖς εἰς τὸν θεὸν ἄνθρωπον τήμερον αὑτῷ τιμωρῆσαι δυνάμενον καὶ παρὰ σοῦ λαβεῖν δίκην καὶ μὴ θελήσαντα μηδὲ τῷ καιρῷ χρησάμενον, ὃν εἰ σοὶ κατʼ ἐμοῦ περιέπεσεν οὐκ ἂν αὐτὸς παρῆκας, διαχρήσασθαι ποθῶν καὶ νομίζων πολέμιον;
289
ὅτε γάρ σου τὴν πτέρυγα τοῦ ἱματίου ἀπέτεμον, τότε σου καὶ τὴν κεφαλὴν ἠδυνάμην. ἐπιδείξας δὲ τὸ ῥάκος ἰδεῖν πιστεύειν παρεῖχεν. ἀλλʼ ἐγὼ μὲν ἀπεσχόμην δικαίας ἀμύνης, φησί, σὺ δὲ μῖσος ἄδικον οὐκ αἰδῇ κατʼ ἐμοῦ τρέφων. ὁ θεὸς ταῦτα δικάσειε καὶ τὸν ἑκατέρου τρόπον ἡμῶν ἐλέγξειε.
290
Σαοῦλος δὲ ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας θαυμάσας καὶ τὴν τοῦ νεανίσκου μετριότητα καὶ φύσιν ἐκπλαγεὶς ἀνῴμωξε· τὸ δʼ αὐτὸ κἀκείνου ποιήσαντος αὐτὸν εἶναι δίκαιον στένειν ἀπεκρίνατο· σὺ μὲν γάρ, φησίν, ἀγαθῶν αἴτιος ἐμοὶ γέγονας, ἐγὼ δὲ σοὶ συμφορῶν. ἐπεδείξω δὲ σήμερον τὴν ἀρχαίων ἔχοντα σαυτὸν δικαιοσύνην, οἳ τοὺς ἐχθροὺς ἐν ἐρημίᾳ λαβόντες σώζειν παρήγγελλον.
291
πέπεισμαι δὴ νῦν, ὅτι σοὶ τὴν βασιλείαν ὁ θεὸς φυλάττει καὶ περιμένει σε τὸ πάντων τῶν Ἑβραίων κράτος. δὸς δέ μοι πίστεις ἐνόρκους μή μου τὸ γένος ἐξαφανίσαι μηδʼ ἐμοὶ μνησικακοῦντα τοὺς ἐμοὺς ἐγγόνους ἀπολέσαι, τηρῆσαι δέ μοι καὶ σῶσαι τὸν οἶκον. ὀμόσας δὲ καθὼς ἠξίωκε Δαυίδης Σαοῦλον μὲν εἰς τὴν ἰδίαν ἀπέλυσε βασιλείαν, αὐτὸς δὲ μετὰ τῶν σὺν αὐτῷ εἰς τὴν Μασθηρῶν ἀνέβη στενήν.
292
Ἀποθνήσκει δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Σαμουῆλος ὁ προφήτης, ἀνὴρ οὐ τῆς τυχούσης ἀπολαύων παρὰ τοῖς Ἑβραίοις τιμῆς· ἐνεφάνισε γὰρ τὴν ἀρετὴν αὐτοῦ καὶ τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν τὸ πένθος, ὃ ἐπὶ πολὺν χρόνον ὁ λαὸς ἤγετο, καὶ ἡ περὶ τὴν ταφὴν αὐτοῦ καὶ τὴν τῶν νομιζομένων ἀναπλήρωσιν φιλοτιμία τε καὶ σπουδή.