Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

293 θάπτουσι γὰρ αὐτὸν ἐν τῇ πατρίδι Ἀρμεθᾶ καὶ ἐπὶ πολλὰς πάνυ ἡμέρας ἔκλαυσαν, οὐ κοινὸν τοῦτο πάσχοντες ὡς ἐπʼ ἀλλοτρίου τελευτῇ, ὡς οἰκεῖον δʼ ἕκαστος ἴδιον ποθῶν.
294 ἐγένετο δʼ ἀνὴρ δίκαιος καὶ χρηστὸς τὴν φύσιν καὶ διὰ τοῦτο μάλιστα φίλος τῷ θεῷ. ἦρξε δὲ καὶ προέστη τοῦ λαοῦ μετὰ τὴν Ἠλεὶ τοῦ ἀρχιερέως τελευτὴν μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαούλου τοῦ βασιλέως δέκα πρὸς τοῖς ὀκτώ. καὶ τὰ μὲν περὶ Σαμουῆλον οὕτω πέρας ἔσχεν.
295 Ἦν δέ τις τῶν Ζιφηνῶν ἐκ πόλεως Ἐμμᾶν πλούσιος καὶ πολυθρέμματος· τρισχιλίων μὲν γὰρ αὐτῷ ποίμνη προβάτων ἐνέμετο, χιλίων δʼ αἰγῶν. ταῦτα Δαυίδης ἀσινῆ τηρεῖν τε καὶ ἀβλαβῆ παρήγγελλε τοῖς σὺν αὐτῷ καὶ μήτε ὑπὸ ἐπιθυμίας μήτε ὑπὸ ἐνδείας μήτε ὑπὸ τῆς ἐρημίας καὶ τοῦ δύνασθαι λανθάνειν καταβλάπτειν, τούτων δʼ ἁπάντων ἐπάνω τίθεσθαι τὸ μηδένʼ ἀδικεῖν καὶ τὸ τῶν ἀλλοτρίων ἅπτεσθαι δεινὸν ἡγεῖσθαι καὶ πρόσαντες τῷ θεῷ.
296 ταῦτα δʼ ἐδίδασκεν αὐτοὺς οἰόμενος ἀνθρώπῳ χαρίζεσθαι ἀγαθῷ καὶ ταύτης τυγχάνειν ἀξίῳ τῆς προνοίας. ἦν δὲ Νάβαλος, τοῦτο γὰρ εἶχεν ὄνομα, σκληρὸς καὶ πονηρὸς τοῖς ἐπιτηδεύμασιν ἐκ κυνικῆς ἀσκήσεως πεποιημένος τὸν βίον, γυναικὸς δʼ ἀγαθῆς καὶ σώφρονος καὶ τὸ εἶδος ὡραίας λελαχώς.
297 πρὸς οὖν τὸν Νάβαλον τοῦτον καθʼ ὃν ἔκειρε τὰ πρόβατα καιρὸν πέμψας ὁ Δαυίδης ἄνδρας δέκα τῶν σὺν αὐτῷ διὰ τούτων αὐτὸν ἀσπάζεται καὶ συνεύχεται τοῦτο ποιεῖν ἐπʼ ἔτη πολλά· παρασχεῖν δὲ ἐξ ὧν δυνατός ἐστιν αὐτῷ παρεκάλει μαθόντα παρὰ τῶν ποιμένων, ὅτι μηδὲν αὐτοὺς ἠδίκησαν, ἀλλὰ φύλακες αὐτῶν τε καὶ τῶν ποιμνίων γεγόνασι πολὺν ἐν τῇ ἐρήμῳ διατρίβοντες ἤδη χρόνον· μετανοήσει δʼ οὐδὲν Δαυίδῃ παρασχόμενος.
298 ταῦτα δὲ τῶν πεμφθέντων διακονησάντων πρὸς τὸν Νάβαλον ἀπανθρώπως σφόδρα καὶ σκληρῶς ἀπήντησεν· ἐρωτήσας γὰρ αὐτούς, τίς ἐστι Δαυίδης, ὡς τὸν υἱὸν ἤκουσεν Ἰεσσαίου,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme