Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

299 νῦν ἄρα, εἶπε, μέγα φρονοῦσιν ἐφʼ αὑτοῖς οἱ δραπέται καὶ σεμνύνονται τοὺς δεσπότας καταλιπόντες. ὀργίζεται δʼ αὐτῶν φρασάντων ὁ Δαυίδης καὶ τετρακοσίους μὲν ὡπλισμένους αὐτῷ κελεύσας ἕπεσθαι, διακοσίους δὲ φύλακας τῶν σκευῶν καταλιπών, ἤδη γὰρ εἶχεν ἑξακοσίους, ἐπὶ τὸν Νάβαλον ἐβάδιζεν ὀμόσας ἐκείνῃ τῇ νυκτὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν κτῆσιν ὅλην ἀφανίσειν· οὐ γὰρ ἄχθεσθαι μόνον ὅτι γέγονεν ἀχάριστος ἐπʼ αὐτοὺς μηδὲν ἐπιδοὺς πολλῇ φιλανθρωπίᾳ πρὸς αὐτὸν χρησαμένοις, ἀλλʼ ὅτι καὶ προσεβλασφήμησε καὶ κακῶς εἶπε μηδὲν ὑπʼ αὐτῶν λελυπημένος.
300 Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν ἑαυτοῦ γυναῖκα δʼ ἐκείνου κατειπόντος, ὅτι πέμψας ὁ Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος,
301 γέγονε δὲ τοῦτο ἐπὶ κακῷ τῷ τοῦ δεσπότου καὶ ταῦτʼ ἐκείνου φήσαντος Ἀβιγαία, προσηγορεύετο γὰρ οὕτως, ἐπισάξασα τοὺς ὄνους καὶ πληρώσασα παντοίων ξενίων καὶ μηδὲν εἰποῦσα τἀνδρί, ὑπὸ γὰρ μέθης ἀναίσθητος ἦν, ἐπορεύετο πρὸς Δαυίδην· καταβαινούσῃ δὲ τὰ στενὰ τοῦ ὄρους ἀπήντησε Δαυίδης μετὰ τῶν τετρακοσίων ἐπὶ Νάβαλον ἐρχόμενος.
302 θεασαμένη δʼ αὐτὸν ἡ γυνὴ κατεπήδησε καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησε καὶ τῶν μὲν Ναβάλου λόγων ἐδεῖτο μὴ μνημονεύειν οὐ γὰρ ἀγνοεῖν αὐτὸν ὅμοιον ὄντα τῷ ὀνόματι, Νάβαλος γὰρ κατὰ τὴν Ἑβραίων γλῶτταν ἀφροσύνην δηλοῖ, αὐτὴ δʼ ἀπελογεῖτο μὴ θεάσασθαι τοὺς πεμφθέντας ὑπʼ αὐτοῦ·
303 διὸ συγγίνωσκέ μοι, φησί, καὶ τῷ θεῷ χάριν ἔχε κωλύοντί σε μιανθῆναι ἀνθρωπίνῳ αἵματι· μένοντα γάρ σε καθαρὸν ἐκεῖνος αὐτὸς ἐκδικήσει παρὰ τῶν πονηρῶν· ἃ γὰρ ἐκδέχεται κακὰ Νάβαλον ταῦτα καὶ ταῖς τῶν ἐχθρῶν σου κεφαλαῖς ἐμπέσοι.
304 γενοῦ δὲ εὐμενής μοι κρίνας ἀξίαν τοῦ παρʼ ἐμοῦ ταῦτα δέξασθαι, καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὴν ἐπὶ τὸν ἄνδρα μου καὶ τὸν οἶκον αὐτοῦ εἰς τὴν ἐμὴν τιμὴν ἄφες· πρέπει γὰρ ἡμέρῳ σοι καὶ φιλανθρώπῳ τυγχάνειν, καὶ ταῦτα μέλλοντι βασιλεύειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme