Book 6
310
Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν ὁ Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. ὁ δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπʼ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ.
311
Δαυίδης δὲ ἀκούσας τὸν Σαοῦλον ἐπʼ αὐτὸν ἥκοντα πέμψας κατασκόπους ἐκέλευσε δηλοῦν αὐτῷ, ποῦ τῆς χώρας Σαοῦλος ἤδη προεληλύθοι. τῶν δʼ ἐν Σίκελλα φρασάντων διανυκτερεύειν διαλαθὼν τοὺς ἰδίους εἰς τὸ τοῦ Σαούλου στρατόπεδον παραγίνεται ἐπαγόμενος τὸν ἐκ τῆς ἀδελφῆς αὐτοῦ Σαρουίας Ἀβισαῖον καὶ Ἀβιμέλεχον τὸν Χετταῖον.
312
τοῦ δὲ Σαούλου κοιμωμένου καὶ περὶ αὐτὸν ἐν κύκλῳ τῶν ὁπλιτῶν καὶ τοῦ στρατηγοῦ Ἀβενήρου κειμένων, ὁ Δαυίδης εἰσελθὼν εἰς τὸ στρατόπεδον τὸ τοῦ βασιλέως οὔτʼ αὐτὸς ἀναιρεῖ τὸν Σαοῦλον ἐπιγνοὺς αὐτοῦ τὴν κοίτην ἐκ τοῦ δόρατος, τοῦτο γὰρ αὐτῷ παρεπεπήγει, οὔτε τὸν Ἀβισαῖον βουλόμενον φονεῦσαι καὶ πρὸς τοῦτο ὡρμηκότα εἴασεν, ἀλλὰ τὸν ὑπὸ τοῦ θεοῦ κεχειροτονημένον βασιλέα φήσας εἶναι δεινὸν ἀποκτεῖναι κἂν ᾖ πονηρός, ἥξειν γὰρ αὐτῷ παρὰ τοῦ δόντος τὴν ἀρχὴν σὺν χρόνῳ τὴν δίκην, ἐπέσχε τῆς ὁρμῆς.
313
σύμβολον δὲ τοῦ κτεῖναι δυνηθεὶς ἀποσχέσθαι λαβὼν αὐτοῦ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, ὃς ἦν παρʼ αὐτῷ κείμενος τῷ Σαούλῳ, μηδενὸς αἰσθομένου τῶν ἐν τῷ στρατοπέδῳ πάντων δὲ κατακοιμωμένων ἐξῆλθεν, ἀδεῶς πάντʼ ἐργασάμενος, ὅσα καὶ τοῦ καιροῦ δόντος αὐτῷ καὶ τῆς τόλμης διέθηκε τοὺς τοῦ βασιλέως.
314
διαβὰς δὲ τὸν χείμαρρον καὶ ἐπὶ τὴν κορυφὴν ἀνελθὼν τοῦ ὄρους, ὅθεν ἔμελλεν ἐξάκουστος εἶναι, ἐμβοήσας τοῖς στρατιώταις τοῦ Σαούλου καὶ τῷ στρατηγῷ Ἀβενήρῳ διανίστησιν αὐτὸν ἀπὸ τοῦ ὕπνου τοῦτόν τε ἐφώνει καὶ τὸν λαόν. ἐπακούσαντος δὲ τοῦ στρατηγοῦ καὶ τίς ὁ καλέσας αὐτόν ἐστιν ἐρομένου Δαυίδης εἶπεν·