Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

321 Δαυίδῃ δʼ οὐκ ἔδοξεν ἐν τῇ πόλει τῶν Γιττῶν μένειν, ἀλλʼ ἐδεήθη τοῦ βασιλέως αὐτῶν, ἵνʼ ἐπειδὴ φιλανθρώπως αὐτὸν ὑπεδέξατο καὶ τοῦτο χαρίσηται, τόπον τινὰ τῆς χώρας δοὺς αὐτῷ πρὸς κατοίκησιν· αἰδεῖσθαι γὰρ διατρίβων ἐν τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι.
322 δίδωσι δὲ Ἀγχοῦς αὐτῷ κώμην τινὰ Σέκελλαν καλουμένην, ἣν βασιλεύσας ὁ Δαυίδης ἀγαπῶν ἴδιον κτῆμα ἐτίμησεν εἶναι καὶ οἱ παῖδες αὐτοῦ. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις δηλώσομεν· ὁ δὲ χρόνος, ὃν κατῴκησε Δαυίδης ἐν Σεκέλλα τῆς Παλαιστίνης, ἐγένετο μῆνες τέσσαρες πρὸς ταῖς εἴκοσιν ἡμέραις.
323 ἐπερχόμενος δὲ λάθρα τοῖς πλησιοχώροις τῶν Παλαιστίνων Σερρίταις καὶ Ἀμαληκίταις διήρπαζεν αὐτῶν τὴν χώραν καὶ λείαν πολλὴν κτηνῶν καὶ καμήλων λαμβάνων ὑπέστρεφεν· ἀνθρώπων γὰρ ἀπείχετο δεδιὼς μὴ καταμηνύσωσιν αὐτὸν πρὸς Ἀγχοῦν τὸν βασιλέα, τὸ μέντοι γε τῆς λείας μέρος αὐτῷ δωρεὰν ἔπεμπε.
324 τοῦ δὲ βασιλέως πυθομένου, τίσιν ἐπιθέμενος τὴν λείαν ἀπήλασε; τοῖς πρὸς τὸν νότον τῶν Ἰουδαίων τετραμμένοις καὶ ἐν τῇ πεδιάδι κατοικοῦσιν εἰπὼν πείθει τὸν Ἀγχοῦν φρονῆσαι οὕτως· ἤλπισε γὰρ οὗτος, ὅτι Δαυίδης ἐμίσησε τὸ ἴδιον ἔθνος, καὶ δοῦλον ἕξειν παρʼ ὃν ζῇ χρόνον ἐν τοῖς αὐτοῦ καταμένοντα.
325 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν τῶν Παλαιστίνων ἐπὶ τοὺς Ἰσραηλίτας στρατεύειν διεγνωκότων καὶ περιπεμψάντων πρὸς τοὺς συμμάχους ἅπαντας, ἵνα παρῶσιν αὐτοῖς εἰς τὸν πόλεμον εἰς Ῥεγάν, ἔνθεν ἔμελλον ἀθροισθέντες ἐξορμᾶν ἐπὶ τοὺς Ἑβραίους, ὁ τῶν Γιττῶν βασιλεὺς Ἀγχοῦς συμμαχῆσαι τὸν Δαυίδην αὐτῷ μετὰ τῶν ἰδίων ὁπλιτῶν ἐκέλευσε.
326 τοῦ δὲ προθύμως ὑποσχομένου καὶ φήσαντος παραστῆναι καιρόν, ἐν ᾧ τὴν ἀμοιβὴν αὐτῷ τῆς εὐεργεσίας καὶ τῆς ξενίας ἀποδώσει, ποιήσειν αὐτὸν καὶ φύλακα τοῦ σώματος μετὰ τὴν νίκην καὶ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς πολεμίους κατὰ νοῦν χωρήσαντας αὐτοῖς ἐπηγγείλατο, τῆς τιμῆς καὶ πίστεως ὑποσχέσει τὸ πρόθυμον αὐτοῦ μᾶλλον αὔξων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme