Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

358 κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν φίλων ἐπὶ τοσοῦτον παρείθη τοῖς κακοῖς, ὥστε αὐτὸν ἐπιλιπεῖν ἤδη καὶ τὰ δάκρυα, κινδυνεῦσαι δὲ καὶ βληθεὶς ὑπὸ τῶν ἑταίρων ἀλγούντων ἐπὶ ταῖς αἰχμαλωσίαις τῶν γυναικῶν καὶ τῶν τέκνων ἀποθανεῖν· αὐτὸν γὰρ τῶν γεγονότων ᾐτιῶντο.
359 ἀνασχὼν δʼ ἐκ τῆς λύπης καὶ τὴν διάνοιαν πρὸς τὸν θεὸν ἀναστήσας παρεκάλεσε τὸν ἀρχιερέα Ἀβιάθαρον ἐνδύσασθαι τὴν ἱερατικὴν στολὴν καὶ ἐπερωτῆσαι τὸν θεὸν καὶ προφητεῦσαι, εἰ διώξαντι τοὺς Ἀμαληκίτας δίδωσι καταλαβεῖν καὶ σῶσαι μὲν τὰς γυναῖκας καὶ τὰ τέκνα, τιμωρήσασθαι δὲ τοὺς ἐχθρούς.
360 τοῦ δʼ ἀρχιερέως διώκειν κελεύσαντος ἐκπηδήσας μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο τοῖς πολεμίοις· παραγενόμενος δʼ ἐπί τινα χειμάρρουν Βάσελον λεγόμενον καὶ πλανωμένῳ τινὶ περιπεσὼν Αἰγυπτίῳ μὲν τὸ γένος ὑπʼ ἐνδείας δὲ καὶ λιμοῦ παρειμένῳ, τρισὶ γὰρ ἡμέραις ἐν τῇ ἐρημίᾳ πλανώμενος ἄσιτος διεκαρτέρησε, πρῶτον αὐτὸν ποτῷ καὶ τροφῇ παραστησάμενος καὶ ἀναλαβὼν ἐπύθετο, τίς τε εἴη καὶ πόθεν.
361 ὁ δὲ γένος μὲν ἐσήμαινεν Αἰγύπτιος ὤν, καταλειφθῆναι δὲ ὑπὸ τοῦ δεσπότου κατʼ ἀρρωστίαν ἕπεσθαι μὴ δυνάμενον· ἐδήλου δʼ αὑτὸν τῶν καταπρησάντων καὶ διηρπακότων ἄλλα τε τῆς Ἰουδαίας καὶ τὴν Σίκελλαν εἶναι.
362 χρησάμενος οὖν ὁ Δαυίδης τούτῳ ἐπὶ τοὺς Ἀμαληκίτας ὁδηγῷ καὶ καταλαβὼν αὐτοὺς ἐπὶ γῆς ἐρριμμένους, καὶ τοὺς μὲν ἀριστῶντας, τοὺς δὲ καὶ μεθύοντας ἤδη καὶ λελυμένους ὑπὸ τοῦ οἴνου καὶ τῶν λαφύρων καὶ τῆς λείας ἀπολαύοντας, ἐπιπεσὼν αἰφνιδίως πολὺν αὐτῶν φόνον εἰργάσατο· γυμνοὶ γὰρ ὄντες καὶ μηδὲν προσδοκῶντες τοιοῦτον, ἀλλὰ πρὸς τὸ πιεῖν καὶ εὐωχεῖσθαι τετραμμένοι πάντες ἦσαν εὐκατέργαστοι.
363 καὶ οἱ μὲν αὐτῶν ἔτι τῶν τραπεζῶν παρακειμένων ἐπικαταλαμβανόμενοι παρʼ αὐταῖς ἀνῃροῦντο καὶ παρέσυρεν αὐτοῖς τὰ σιτία καὶ τὴν τροφὴν τὸ αἷμα, τοὺς δὲ δεξιουμένους ἀλλήλους ταῖς προπόσεσι διέφθειρεν, ἐνίους δὲ καὶ πρὸς ὕπνον ὑπὸ τοῦ ἀκράτου κατενηνεγμένους. ὁπόσοι δʼ ἔφθασαν περιθέμενοι τὰς πανοπλίας ἐξ ἐναντίας τʼ αὐτῷ στῆναι, τούτους οὐδὲν ἧττον εὐχερῶς τῶν γυμνῶν κατακειμένων ἀπέσφαττον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme