Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

375 ἐπεὶ δὲ ἤκουσαν οἱ ἐν Ἰάβει πόλει τῆς Γαλααδίτιδος κατοικοῦντες, ὅτι λελώβηνται τὸν Σαούλου νεκρὸν καὶ τοὺς τῶν παίδων αὐτοῦ, δεινὸν ἡγησάμενοι περιϊδεῖν ἀκηδεύτους ἐξελθόντες οἱ ἀνδρειότατοι καὶ τόλμῃ διαφέροντες, ἡ δὲ πόλις αὕτη καὶ σώμασιν ἀλκίμους καὶ ψυχαῖς φέρει, καὶ διʼ ὅλης τῆς νυκτὸς ὁδεύσαντες ἦλθον εἰς Βηθσάν,
376 καὶ προσελθόντες τῷ τείχει τῶν πολεμίων καὶ καθελόντες τὸ σῶμα Σαούλου καὶ τὰ τῶν παίδων αὐτοῦ κομίζουσιν εἰς Ἰάβησαν μηδὲ τῶν πολεμίων αὐτοὺς κωλῦσαι τολμησάντων διὰ τὴν ἀνδρείαν.
377 οἱ δὲ Ἰαβησηνοὶ πανδημεὶ κλαύσαντες θάπτουσι τὰ σώματα ἐν τῷ καλλίστῳ τῆς χώρας τόπῳ Ἀρούρης λεγομένῳ, καὶ πένθος ἐφʼ ἡμέρας ἑπτὰ σὺν γυναιξὶ καὶ τέκνοις ἐπʼ αὐτοῖς ἦγον κοπτόμενοι καὶ θρηνοῦντες τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ μήτε τροφῆς μήτε ποτοῦ γευσάμενοι.
378 Τοῦτο Σαοῦλος τὸ τέλος ἔσχε προφητεύσαντος Σαμουήλου διὰ τὸ παρακοῦσαι τοῦ θεοῦ τῶν ἐπʼ Ἀμαληκίταις ἐντολῶν, καὶ ὅτι τὴν Ἀβιμελέχου τοῦ ἀρχιερέως γενεὰν καὶ Ἀβιμέλεχον αὐτὸν καὶ τὴν τῶν ἀρχιερέων πόλιν ἀνεῖλεν. ἐβασίλευσε δὲ Σαμουήλου ζῶντος ἔτη ὀκτὼ πρὸς τοῖς δέκα, τελευτήσαντος δὲ δύο καὶ εἴκοσι. καὶ Σαοῦλος μὲν οὕτω κατέστρεψε τὸν βίον.
← Previous 64 / 64

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme