Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

81 ὡς δʼ ἄχρι τῆς Χειδῶνος ἅλωνος τόπου τινὸς οὕτω καλουμένου προῆλθον, τελευτᾷ Ὀζᾶς κατʼ ὀργὴν τοῦ θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτὸν ἐκτείναντα τὴν χεῖρα καὶ κατασχεῖν ἐθελήσαντα, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησε.
82 καὶ ὁ μὲν βασιλεὺς καὶ ὁ λαὸς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ, ὁ δὲ τόπος ἐν ᾧ ἐτελεύτησεν Ὀζᾶ διακοπὴ καλεῖται. δείσας δʼ ὁ Δαυίδης καὶ λογισάμενος, μὴ ταὐτὸ πάθῃ τῷ Ὀζᾶ δεξάμενος τὴν κιβωτὸν παρʼ αὑτὸν ἐν τῇ πόλει, ἐκείνου διότι μόνον ἐξέτεινε τὴν χεῖρα πρὸς αὐτὴν οὕτως ἀποθανόντος,
83 οὐκ εἰσδέχεται μὲν αὐτὴν πρὸς αὑτὸν εἰς τὴν πόλιν, ἀλλʼ ἐκνεύσας εἴς τι χωρίον ἀνδρὸς δικαίου, Ὠβαδάρου ἄνομα Ληουίτου τὸ γένος, παρʼ αὐτῷ τὴν κιβωτὸν τίθησιν· ἔμεινε δʼ ἐπὶ τρεῖς ὅλους μῆνας αὐτόθι καὶ τὸν οἶκον τὸν Ὠβαδάρου ηὔξησέ τε καὶ πολλῶν αὐτῷ μετέδωκεν ἀγαθῶν.
84 ἀκούσας δὲ ὁ βασιλεὺς ὅτι ταῦτα συμβέβηκεν Ὠβαδάρῳ καὶ ἐκ πενίας καὶ ταπεινότητος ἀθρόως εὐδαίμων καὶ ζηλωτὸς γέγονε παρὰ πᾶσι τοῖς ὁρῶσι καὶ πυνθανομένοις τὴν οἰκίαν αὐτοῦ, θαρσήσας ὡς οὐδενὸς κακοῦ πειρασόμενος τὴν κιβωτὸν πρὸς αὑτὸν μετακομίζει,
85 τῶν μὲν ἱερέων βασταζόντων αὐτήν, ἑπτὰ δὲ χορῶν οὓς διεκόσμησεν ὁ βασιλεὺς προαγόντων, αὐτοῦ δʼ ἐν κινύρᾳ παίζοντος καὶ κροτοῦντος, ὥστε καὶ τὴν γυναῖκα Μιχάλην Σαούλου δὲ θυγατέρα τοῦ πρώτου βασιλέως ἰδοῦσαν αὐτὸν τοῦτο ποιοῦντα χλευάσαι.
86 εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν ὑπὸ τὴν σκηνήν, ἣν Δαυίδης ἔπηξεν αὐτῇ, καὶ θυσίας τελείας καὶ εἰρηνικὰς ἀνήνεγκε, καὶ τὸν ὄχλον εἱστίασε πάντα καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον τηγανιστὸν καὶ μερίδα θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἀπέπεμψεν, αὐτὸς δʼ εἰς τὸν οἶκον τὸν αὑτοῦ παραγίνεται.
87 Παραστᾶσα δὲ αὐτῷ Μιχάλη ἡ γυνὴ Σαούλου δὲ θυγάτηρ τά τε ἄλλα αὐτῷ κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθʼ ὅσα παρασχεῖν αὐτῷ δυνατὸν εὐμενεῖ τυγχάνοντι, καὶ δὴ κατεμέμψατο, ὡς ἀκοσμήσειεν ὀρχούμενος ὁ τηλικοῦτος βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ ἐν δούλοις καὶ ἐν θεραπαινίσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme