Book 7
95
καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἤδη ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς τηλικοῦτο μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐγγόνοις αὐτοῦ καθυπέσχετο, τῆς προνοίας, ἣν Ἑβραίων καὶ τῆς τούτων ἐλευθερίας ἐποιήσατο. ταῦτʼ εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπαλλάσσεται.
96
Διαλιπὼν δὲ ὀλίγον χρόνον ἔγνω δεῖν ἐπὶ τοὺς Παλαιστίνους ἐκστρατεύειν, καὶ μηδὲν ἀργὸν μηδὲ ῥᾴθυμον ἐν τοῖς πράγμασιν ὁρᾶν γινόμενον, ἵνʼ ὡς τὸ θεῖον αὐτῷ προεῖπε καταστρεψάμενος τοὺς πολεμίους ἐν εἰρήνῃ τὸ λοιπὸν τοὺς ἐκγόνους αὐτοῦ βασιλεύοντας καταλείποι.
97
καὶ συγκαλέσας πάλιν τὴν στρατιὰν καὶ παραγγείλας αὐτῇ πρὸς πόλεμον ἑτοίμῃ καὶ παρεσκευασμένῃ τυγχάνειν, ὅτʼ ἔδοξεν αὐτῷ καλῶς ἔχειν τὰ παρʼ αὐτῆς ἄρας ἐκ τῶν Ἱεροσολύμων ἐπὶ τοὺς Παλαιστίνους ἧκε.
98
κρατήσας δʼ αὐτῶν τῇ μάχῃ καὶ πολλὴν τῆς χώρας ἀποτεμόμενος καὶ προσορίσας τῇ τῶν Ἑβραίων ἐπὶ τοὺς Μωαβίτας τὸν πόλεμον μετήγαγε, καὶ τὰ μὲν δύο μέρη τῆς στρατιᾶς αὐτῶν τῇ μάχῃ νικήσας διέφθειρε, τὸ δὲ λειπόμενον αἰχμάλωτον ἔλαβε.
99
φόρους δὲ αὐτοῖς ἐπιτάξας κατʼ ἔτος τελεῖν ἐπὶ Ἀρτάζαρον τὸν Ἀραοῦ μὲν υἱὸν βασιλέα δὲ τῆς Σωφηνῆς ἐστράτευσε, καὶ συμβαλὼν αὐτῷ παρὰ τὸν Εὐφράτην ποταμὸν τῶν μὲν πεζῶν αὐτοῦ διέφθειρεν ὡσεὶ δισμυρίους, τῶν δʼ ἱπποτῶν ὡς πεντακισχιλίους. ἔλαβε δὲ καὶ αὐτοῦ ἅρματα χίλια, καὶ τὰ πλείω μὲν αὐτῶν ἠφάνισεν, ἑκατὸν δὲ μόνα προσέταξεν αὑτῷ φυλαχθῆναι.
100
Ἀκούσας δὲ ὁ Δαμασκοῦ καὶ Σύρων βασιλεὺς Ἄδαδος, ὅτι πολεμεῖ Δαυίδης τὸν Ἀρτάζαρον, φίλος ὢν αὐτῷ μετὰ δυνάμεως ἧκεν ἰσχυρᾶς συμμαχήσων· ἀπήλλαξε δʼ ὡς προσεδόκα συμβαλὼν πρὸς τῷ Εὐφράτῃ ποταμῷ, πταίσας δὲ τῇ μάχῃ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν· ἔπεσον γὰρ ὑπὸ τῶν Ἑβραίων ἀναιρούμενοι τῆς Ἀδάδου δυνάμεως δισμύριοι, οἱ δὲ λοιποὶ πάντες ἔφυγον.