Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

101 μέμνηται δὲ τούτου τοῦ βασιλέως καὶ Νικόλαος ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν αὐτοῦ λέγων οὕτως· μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ ὕστερον τῶν ἐγχωρίων τις Ἄδαδος ὄνομα πλεῖον ἰσχύσας Δαμασκοῦ τε καὶ τῆς ἄλλης Συρίας ἔξω Φοινίκης ἐβασίλευσε. πόλεμον δʼ ἐξενέγκας πρὸς Δαυίδην τὸν βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθείς, ὑστάτῃ δὲ παρὰ τὸν Εὐφράτην, ἐν ᾗ ἡττᾶτο, ἄριστος ἔδοξεν εἶναι βασιλέων ῥώμῃ καὶ ἀνδρείᾳ.
102 πρὸς τούτοις δὲ καὶ περὶ τῶν ἀπογόνων αὐτοῦ φησιν, ὡς μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεδέχοντο παρʼ ἀλλήλων καὶ τὴν βασιλείαν καὶ τὸ ὄνομα, λέγων οὕτως· τελευτήσαντος δὲ ἐκείνου ἀπόγονοι ἐπὶ δέκα γενεὰς ἐβασίλευον ἑκάστου παρὰ τοῦ πατρὸς ἅμα καὶ τὴν ἀρχὴν καὶ τοὔνομα τούτου ἐκδεχομένου, ὥσπερ οἱ Πτολεμαῖοι ἐν Αἰγύπτῳ.
103 μέγιστον δὲ ἁπάντων δυνηθεὶς ὁ τρίτος ἀναμαχέσασθαι βουλόμενος τὴν τοῦ προπάτορος ἧτταν στρατεύσας ἐπὶ τοὺς Ἰουδαίους ἐπόρθησε τὴν νῦν Σαμαρεῖτιν καλουμένην γῆν. οὐ διήμαρτε δὲ τῆς ἀληθείας· οὗτος γάρ ἐστιν Ἄδαδος ὁ στρατευσάμενος ἐπὶ Σαμάρειαν Ἀχάβου βασιλεύοντος τῶν Ἰσραηλιτῶν, περὶ οὗ κατὰ χώραν ἐροῦμεν.
104 Δαυίδης δὲ στρατευσάμενος ἐπὶ Δαμασκὸν καὶ τὴν ἄλλην Συρίαν πᾶσαν αὐτὴν ὑπήκοον ἐποιήσατο, καὶ φρουρὰς ἐν τῇ χώρᾳ καταστήσας καὶ φόρους αὐτοῖς τελεῖν ὁρίσας ὑπέστρεψε· καὶ τάς τε χρυσᾶς φαρέτρας καὶ τὰς πανοπλίας, ἃς οἱ τοῦ Ἀδάδου σωματοφύλακες ἐφόρουν,
105 ἀνέθηκε τῷ θεῷ εἰς Ἱεροσόλυμα, ἃς ὕστερον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Σούσακος στρατεύσας ἐπὶ τὸν υἱωνὸν αὐτοῦ Ῥοβόαμον ἔλαβε καὶ πολὺν ἄλλον ἐκ τῶν Ἱεροσολύμων ἐξεφόρησε πλοῦτον· ταῦτα μὲν ὅταν ἔλθωμεν ἐπὶ τὸν οἰκεῖον αὐτῶν τόπον δηλώσομεν. ὁ δὲ τῶν Ἑβραίων βασιλεὺς τοῦ θεοῦ συμπνέοντος αὐτῷ καὶ τοὺς πολέμους συγκατορθοῦντος καὶ ταῖς καλλίσταις τῶν Ἀνδραζάρου πόλεων ἐπεστράτευσε Βατταίᾳ καὶ Μάχωνι, καὶ λαβὼν αὐτὰς κατὰ κράτος διήρπασε.
106 χρυσὸς δʼ ἐν αὐταῖς εὑρέθη πάμπολυς καὶ ἄργυρος ἔτι δὲ καὶ χαλκός, ὃν τοῦ χρυσοῦ κρείττονʼ ἔλεγον, ἐξ οὗ καὶ Σολόμων τὸ μέγα σκεῦος θάλασσαν δὲ καλούμενον ἐποίησε καὶ τοὺς καλλίστους ἐκείνους λουτῆρας, ὅτε τῷ θεῷ τὸν ναὸν κατεσκεύασεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme