Book 7
153
ταραχθέντος δʼ ἐπὶ τούτοις τοῦ βασιλέως καὶ συσχεθέντος ἱκανῶς καὶ μετὰ δακρύων καὶ λύπης ἀσεβῆσαι λέγοντος, ἦν γὰρ ὁμολογουμένως θεοσεβὴς καὶ μηδὲν ἁμαρτὼν ὅλως περὶ τὸν βίον ἢ τὰ περὶ τὴν Οὐρία γυναῖκα, ᾤκτειρεν ὁ θεὸς καὶ διαλλάττεται φυλάξειν αὐτῷ καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν ἐπαγγειλάμενος· μετανοοῦντι γὰρ περὶ τῶν γεγενημένων οὐκέτι χαλεπῶς ἔχειν ἔφασκε. καὶ Νάθας μὲν ταῦτα τῷ βασιλεῖ προφητεύσας οἴκαδε ἐπανῆλθε.
154
Τῷ δʼ ἐκ τῆς Οὐρία γυναικὸς γενομένῳ παιδὶ Δαυίδῃ νόσον ἐνσκήπτει χαλεπὴν τὸ θεῖον, ἐφʼ ᾗ δυσφορῶν ὁ βασιλεὺς τροφὴν μὲν ἐφʼ ἡμέρας ἑπτὰ καίτοι γε ἀναγκαζόντων τῶν οἰκείων οὐ προσηνέγκατο, μέλαιναν δὲ περιθέμενος ἐσθῆτα πεσὼν ἐπὶ σάκκου κατὰ γῆς ἔκειτο τὸν θεὸν ἱκετεύων ὑπὲρ τῆς τοῦ παιδὸς σωτηρίας· σφόδρα γὰρ ἔστεργεν αὐτοῦ τὴν μητέρα.
155
τῇ δʼ ἑβδόμῃ τῶν ἡμερῶν τελευτήσαντος τοῦ παιδὸς οὐκ ἐτόλμων τῷ βασιλεῖ τοῦτο μηνύειν οἱ θεράποντες λογιζόμενοι, μὴ γνοὺς ἔτι μᾶλλον ἀπόσχηται καὶ τροφῆς καὶ τῆς ἄλλης ἐπιμελείας ὡς ἂν ἐπὶ ποθεινοῦ τέκνου τετελευτηκότος, ὅτε καὶ νοσοῦντος οὕτως ὑπὸ τῆς λύπης ἑαυτὸν ἐκάκου.
156
ταραττομένων δʼ αἰσθόμενος τῶν οἰκετῶν ὁ βασιλεὺς καὶ ταῦτα πασχόντων, ἃ μάλιστα συγκρύψαι τι θέλουσι συμβαίνει, συνεὶς ὅτι τέθνηκεν ὁ παῖς προσφωνήσας ἕνα τῶν οἰκετῶν καὶ μαθὼν τἀληθὲς ἀνίσταται καὶ λουσάμενος καὶ λαβὼν ἐσθῆτα λευκὴν εἰς τὴν σκηνὴν τοῦ θεοῦ παραγίνεται,
157
καὶ κελεύσας δεῖπνον αὑτῷ παραθεῖναι πολλὴν ἐπὶ τῷ παραλόγῳ τοῖς τε συγγενέσι καὶ τοῖς οἰκέταις ἔκπληξιν παρεῖχεν, ὅτι μηδὲν τούτων ἐπὶ νοσοῦντι τῷ παιδὶ ποιήσας πάνθʼ ὁμοῦ τετελευτηκότος ἔπραττε. τήν τε αἰτίαν, δεηθέντες ἐπιτρέψαι πρῶτον αὐτοῖς πυθέσθαι, παρεκάλουν εἰπεῖν τῶν γεγενημένων.