Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

158 ὁ δὲ ἀμαθεῖς εἰπὼν αὐτοὺς ἐδίδασκεν, ὡς ἔτι μὲν ζῶντος τοῦ παιδὸς ἔχων ἐλπίδα σωτηρίας αὐτοῦ δεόντως πάντʼ ἐποίει τὸν θεὸν ἡγούμενος τούτοις εὐμενῆ καταστήσειν, ἀποθανόντος δʼ οὐκέτι χρείαν εἶναι λύπης ματαίας. ταῦτʼ εἰπόντος ἐπῄνεσαν τὴν σοφίαν καὶ τὴν διάνοιαν τοῦ βασιλέως. συνελθὼν δὲ τῇ γυναικὶ Βεεθσαβῇ ἔγκυον αὐτὴν ἐποίησε, καὶ γεννησαμένης ἄρρεν παιδίον Σολόμωνα τοῦτον προσηγόρευσεν, οὕτως Νάθα τοῦ προφήτου κελεύσαντος.
159 Ἰώαβος δὲ τῇ πολιορκίᾳ τοὺς Ἀμμανίτας ἰσχυρῶς ἐκάκου τῶν τε ὑδάτων αὐτοὺς ἀποτεμνόμενος καὶ τῆς τῶν ἄλλων εὐπορίας, ὡς πάνυ ταλαιπωρεῖν ἐνδείᾳ ποτοῦ καὶ τροφῆς. ἐξ ὀλίγου γὰρ φρέατος ἤρτηντο καὶ ταμείας ὡς μὴ τελέως αὐτοὺς ἐπιλιπεῖν τὴν πηγὴν δαψιλέστερον χρωμένους.
160 γράφει δὴ τῷ βασιλεῖ ταῦτα δηλῶν καὶ παρακαλῶν αὐτὸν ἐπὶ τὴν αἵρεσιν τῆς πόλεως ἐλθεῖν, ἵνα τὴν νίκην αὐτὸς ἐπιγραφῇ. ταῦτα Ἰωάβου γράψαντος ἀποδεξάμενος αὐτὸν τῆς εὐνοίας καὶ τῆς πίστεως ὁ βασιλεὺς παραλαβὼν τὴν σὺν αὐτῷ δύναμιν ἧκεν ἐπὶ τὴν τῆς Ῥαβαθᾶς πόρθησιν, καὶ κατὰ κράτος ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκεν.
161 αὐτὸς δὲ τὸν τοῦ βασιλέως τῶν Ἀμμανιτῶν λαμβάνει στέφανον ἕλκοντα χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος· ἐφόρει δʼ αὐτὸν ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα εὗρεν ἐν τῇ πόλει· τοὺς δʼ ἄνδρας αἰκισάμενος διέφθειρε. ταὐτὰ δὲ καὶ τὰς ἄλλας τῶν Ἀμμανιτῶν πόλεις διέθηκεν ἑλὼν αὐτὰς κατὰ κράτος.
162 Ἀναστρέψαντος δὲ εἰς Ἱεροσόλυμα τοῦ βασιλέως πταῖσμα αὐτοῦ τὴν οἰκίαν ἐξ αἰτίας τοιαύτης καταλαμβάνει· θυγάτηρ γὰρ ἦν αὐτῷ παρθένος μὲν ἔτι τὸ δὲ κάλλος εὐπρεπής, ὡς ἁπάσας ὑπερβάλλειν τὰς εὐμορφοτάτας γυναῖκας, Θήμαρ ὄνομα, τῆς δʼ αὐτῆς Ἀψαλώμῳ μητρὸς κεκοινωνηκυῖα.
163 ταύτης ὁ πρεσβύτατος τῶν Δαυίδου παίδων Ἀμνὼν ἐρασθείς, ὡς οὔτε διὰ τὴν παρθενίαν αὐτῆς οὔτε διὰ τὴν φυλακὴν τυχεῖν τῆς ἐπιθυμίας ἐδύνατο χαλεπῶς διέκειτο, καὶ τό τε σῶμα τῆς ὀδύνης αὐτὸν κατεσθιούσης κατισχναίνετο καὶ τὴν χρόαν μετέβαλλε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme