Book 7
164
δῆλος δὲ γίνεται ταῦτα πάσχων Ἰωνάθῃ τινὶ συγγενεῖ καὶ φίλῳ· συνετὸς δʼ ἦν οὗτος ἐν τοῖς μάλιστα καὶ τὴν διάνοιαν ὀξύς. ὁρῶν οὖν καθʼ ἑκάστην πρωίαν τὸν Ἀμνῶνα μὴ κατὰ φύσιν ἔχοντα τῷ σώματι προσελθὼν ἠρώτα φράσαι τὴν αἰτίαν αὐτῷ, εἰκάζειν μέντοι γε οὕτως ἔλεγεν ἐξ ἐρωτικῆς αὐτὸν ἔχειν ἐπιθυμίας.
165
τοῦ δὲ Ἀμνῶνος ὁμολογήσαντος τὸ πάθος ὅτι τῆς ἀδελφῆς ἐρᾷ τυγχανούσης ὁμοπατρίας, ὁδὸν αὐτῷ καὶ μηχανὴν εἰς τὸ περιγενέσθαι τῶν εὐκταίων ὑπέθετο· νόσον γὰρ ὑποκρίνασθαι παρῄνεσεν, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν πατέρα πέμψαι τὴν ἀδελφὴν αὐτῷ διακονησομένην ἐκέλευσε παρακαλέσαι· ῥᾴω γὰρ ἔσεσθαι καὶ ταχέως ἀπαλλαγήσεσθαι τῆς νόσου τούτου γενομένου.
166
πεσὼν οὖν ὁ Ἀμνὼν ἐπὶ τὴν κλίνην νοσεῖν προσεποιήσατο κατὰ τὰς Ἰωνάθου ὑποθήκας. παραγενομένου δὲ τοῦ πατρὸς καὶ σκεπτομένου πῶς ἔχοι, τὴν ἀδελφὴν ἐδεῖτο πέμψαι πρὸς αὐτόν· ὁ δʼ εὐθὺς ἐκέλευσεν ἀχθῆναι. ἡκούσῃ δὲ προσέταξεν ἄρτους αὐτῷ ποιῆσαι τηγανιστοὺς αὐτουργῷ γενομένῃ· προσοίσεσθαι γὰρ ἥδιον ἐκ τῶν ἐκείνης χειρῶν.
167
ἡ δʼ ἐμβλέποντος τἀδελφοῦ φυράσασα τὸ ἄλευρον καὶ πλάσασα κολλυρίδας καὶ τηγανίσασα προσήνεγκεν αὐτῷ· ὁ δὲ τότε μὲν οὐκ ἐγεύσατο, προσέταξε δὲ τοῖς οἰκέταις παραιτήσασθαι πάντας πρὸ τοῦ δωματίου· βούλεσθαι γὰρ ἀναπαύσασθαι θορύβου καὶ ταραχῆς ἀπηλλαγμένος.
168
ὡς δὲ τὸ κελευσθὲν ἐγένετο, τὴν ἀδελφὴν ἠξίωσεν εἰς τὸν ἐνδοτέρω τὸ δεῖπνον οἶκον αὐτῷ παρενεγκεῖν· ποιησάσης δὲ τοῦτο τῆς κόρης λαβόμενος αὐτῆς συνελθεῖν αὐτῷ πείθειν ἐπειρᾶτο. ἀνακραγοῦσα δʼ ἡ παῖς ἀλλὰ μὴ σύ γε τοῦτο βιάσῃ με μηδὲ ἀσεβήσῃς, εἶπεν, ἀδελφέ, τοὺς νόμους παραβὰς καὶ δεινῇ περιβαλὼν σαυτὸν αἰσχύνῃ· παῦσαι δʼ οὕτως ἀδίκου καὶ μιαρᾶς ἐπιθυμίας, ἐξ ἧς ὀνείδη καὶ κακοδοξίαν ὁ οἶκος ἡμῶν κερδανεῖ.
169
συνεβούλευέ τε περὶ τούτου διαλεχθῆναι τῷ πατρί· συγχωρήσειν γὰρ ἐκεῖνον. ταῦτα δʼ ἔλεγε βουλομένη τὴν ὁρμὴν αὐτοῦ τῆς ὀρέξεως πρὸς τὸ παρὸν διαφυγεῖν. ὁ δʼ οὐ πείθεται, τῷ δὲ ἔρωτι καιόμενος καὶ τοῖς τοῦ πάθους κέντροις μυωπιζόμενος βιάζεται τὴν ἀδελφήν.