Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

197 Παρῆν δὲ καὶ ὁ Δαυίδου σύμβουλος ὁ Γελμωναῖος Ἀχιτόφελος καὶ διακόσιοί τινες ἐξ αὐτῶν Ἱεροσολύμων οὐκ εἰδότες μὲν τὴν ἐπιχείρησιν, ὡς δʼ ἐπὶ θυσίαν μετεσταλμένοι· καὶ βασιλεὺς ὑπὸ πάντων ἀποδείκνυται τοῦτο γενέσθαι στρατηγήσας.
198 ὡς δʼ ἀπηγγέλη ταῦτα Δαυίδῃ καὶ παρʼ ἐλπίδας αὐτῷ τὰ παρὰ τοῦ παιδὸς ἠκούσθη, δείσας ἅμα καὶ τῆς ἀσεβείας καὶ τῆς τόλμης αὐτὸν θαυμάσας, ὅτι μηδὲ τῆς ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμης ἐμνημόνευσεν, ἀλλʼ ἐκείνων πολὺ χείροσι καὶ παρανομωτέροις ἐπεβάλετο βασιλείᾳ πρῶτον μὲν ὑπὸ θεοῦ οὐ δεδομένῃ, δεύτερον δὲ ἐπʼ ἀφαιρέσει τοῦ γεγεννηκότος, ἔγνω φεύγειν εἰς τὰ πέραν τοῦ Ἰορδάνου.
199 καὶ συγκαλέσας τῶν φίλων τοὺς ἐπιτηδειοτάτους καὶ περὶ τῆς τοῦ παιδὸς ἀπονοίας κοινολογησάμενος αὐτοῖς καὶ περὶ πάντων ἐπιτρέψας κριτῇ τῷ θεῷ, καταλιπὼν τὰ βασίλεια φυλάσσειν δέκα παλλακίσιν ἀπῆρεν ἐκ τῶν Ἱεροσολύμων, τοῦ τε ἄλλου πλήθους αὐτῷ συνεξορμήσαντος καὶ τῶν ἑξακοσίων ὁπλιτῶν, οἳ καὶ τῆς πρώτης φυγῆς ἐκοινώνουν, ὅτʼ ἔζη Σαοῦλος.
200 τὸν δὲ Ἀβιάθαρον καὶ Σάδωκον τοὺς ἀρχιερεῖς συναπαίρειν διεγνωκότας καὶ Λευίτας ἅπαντας μετὰ τῆς κιβωτοῦ μένειν ἔπεισεν, ὡς τοῦ θεοῦ καὶ μὴ μετακομιζομένης αὐτῆς ῥυσομένου.
201 ἐνετείλατο δʼ ἕκαστα τῶν γινομένων λάθρα διαγγέλλειν αὐτῷ· πιστοὺς δʼ ἔσχε πρὸς πάντα διακόνους παῖδας Ἀχίμανον μὲν Σαδώκου Ἰωνάθην δὲ Ἀβιαθάρου. Ἔθις δʼ ὁ Γιτταῖος συνεξώρμησεν αὐτῷ βιασάμενος τὴν Δαυίδου βούλησιν, μένειν γὰρ αὐτὸν ἀνέπειθε, καὶ διὰ τοῦτο μᾶλλον εὔνους αὐτῷ κατεφάνη.
202 ἀναβαίνοντος δʼ αὐτοῦ διὰ τοῦ Ἐλαιῶνος ὄρους γυμνοῖς τοῖς ποσὶ καὶ πάντων σὺν αὐτῷ δακρυόντων, ἀγγέλλεται καὶ ὁ Ἀχιτόφελος συνὼν τῷ Ἀψαλώμῳ καὶ τὰ τούτου φρονῶν. ἐπέτεινε δʼ αὐτῷ τὸ λυπηρὸν τοῦτʼ ἀκουσθέν, καὶ τὸν θεὸν ἐπεκαλεῖτο δεόμενος ἀπαλλοτριῶσαι τὴν Ἀψαλώμου διάνοιαν πρὸς τὸν Ἀχιτόφελον. ἐδεδίει γάρ, μὴ τἀναντία συμβουλεύων πείσειεν αὐτὸν ἀνὴρ ὢν φρενήρης καὶ συνιδεῖν τὸ λυσιτελὲς ὀξύτατος.
203 γενόμενος δʼ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἀπεσκόπει τὴν πόλιν καὶ μετὰ πολλῶν δακρύων ὡς ἂν βασιλείας ἐκπεσὼν ηὔχετο τῷ θεῷ· συνήντησε δʼ αὐτῷ φίλος ἀνὴρ καὶ βέβαιος Χουσὶς ὄνομα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme