Book 7
226
ἡ δὲ καθιμήσασα τοὺς νεανίσκους εἰς φρέαρ καὶ πλάκας ἄνωθεν ἐρίων ἐρίων ἐπιβαλοῦσα, ὡς ἧκον οἱ διώκοντες αὐτοὺς καὶ περὶ αὐτῶν ἀνέκριναν εἰ θεάσαιτο, ἰδεῖν οὐκ ἠρνήσατο, πιόντας γὰρ παρʼ αὐτῇ πάλιν ἀπελθεῖν, εἰ μέντοι γε συντόνως διώξουσι καταλήψεσθαι προύλεγεν. ὡς δʼ ἐπὶ πολὺ διώξαντες οὐ κατέλαβον, ἀνέστρεψαν εἰς τοὐπίσω.
227
θεασαμένη δʼ αὐτοὺς ἀναζεύξαντας ἡ γυνὴ καὶ μηδένα φόβον τοῖς νεανίσκοις ἀπʼ αὐτῶν ἔτι συλλήψεως εἶναι, ἀνιμήσασα τὴν προκειμένην ὁδὸν ἀνύειν παρεκελεύσατο· καὶ πολλῇ σπουδῇ καὶ τάχει χρησάμενοι περὶ τὴν ὁδοιπορίαν ἧκον πρὸς Δαυίδην καὶ πάντʼ ἀκριβῶς ἐδήλωσαν τὰ παρʼ Ἀψαλώμου βεβουλευμένα. ὁ δὲ διαβῆναι τὸν Ἰόρδανον τοὺς μεθʼ ἑαυτοῦ προσέταξεν ἤδη νυκτὸς οὔσης καὶ μηδὲν ὀκνεῖν διʼ αὐτήν.
228
Ἀχιτόφελος δὲ τῆς γνώμης αὐτοῦ παρευδοκιμηθείσης ἐπιβὰς τοῦ κτήνους ἐξώρμησεν εἰς Γελμὼν τὴν πατρίδα· καὶ συγκαλέσας τοὺς οἰκείους ἅπαντας ἃ συνεβούλευσεν Ἀψαλώμῳ ταῦτʼ αὐτοῖς διεξῆλθε, καὶ ὡς οὐ πεισθεὶς φανερός ἐστιν οὐκ εἰς μακρὰν ἀπολούμενος· Δαυίδην δὲ κρατήσειν ἔλεγεν καὶ ἐπανήξειν ἐπὶ τὴν βασιλείαν.
229
ἄμεινον οὖν ἔφησεν εἶναι τοῦ ζῆν αὑτὸν ἐξαγαγεῖν ἐλευθέρως καὶ μεγαλοφρόνως ἢ παρασχεῖν αὑτὸν εἰς κόλασιν Δαυίδῃ, καθʼ οὗ πάντα συνέπραττεν Ἀψαλώμῳ. ταῦτα διαλεχθεὶς καὶ παρελθὼν εἰς τὸ μυχαίτατον τῆς οἰκίας ἀνήρτησεν ἑαυτόν. καὶ τὸν μὲν Ἀχιτόφελον τοιούτου θανάτου δικαστὴν αὑτῷ γενόμενον καθελόντες ἐκ τῆς ἀγχόνης ἐκήδευσαν οἱ προσήκοντες.
230
ὁ δὲ Δαυίδης διαβὰς τὸν Ἰόρδανον, καθὼς προειρήκαμεν, εἰς Παρεμβολὰς καλλίστην καὶ ὀχυρωτάτην πόλιν παραγίνεται· δέχονται δὲ αὐτὸν ἀσμενέστατα πάντες οἱ πρῶτοι τῆς χώρας κατά τε αἰδῶ τῆς τότε φυγῆς καὶ κατὰ τιμὴν τῆς προτέρας εὐπραγίας. ἦσαν δὲ οὗτοι Βερζελαῖος ὁ Γαλαδίτης καὶ Σειφὰρ ὁ τῆς Ἀμμανίτιδος δυνάστῃς καὶ Μάχειρος ὁ τῆς Γαλαδίτιδος χώρας πρῶτος.
231
οὗτοι πᾶσαν αὐτῷ καὶ τοῖς ἐκείνου τῶν ἐπιτηδείων ἐκτένειαν παρέσχον, ὡς μήτε κλίνας ἐπιλιπεῖν ἐστρωμένας μήτε ἄρτους καὶ οἶνον, ἀλλὰ καὶ θυμάτων ἀφθονίαν χορηγῆσαι καὶ τῶν εἰς ἀνάπαυσιν ἤδη κεκοπωμένοις καὶ τροφὴν χρησίμων εὐπορίαν διαρκῆ παρασχεῖν.