Book 7
256
παυσάμενος οὖν τῆς ἀδίκου λύπης προελθὼν ὄφθητι τοῖς σαυτοῦ στρατιώταις καὶ τῆς νίκης αὐτοῖς καὶ τῆς περὶ τοὺς ἀγῶνας προθυμίας εὐχαρίστησον. ὡς ἐγὼ τήμερον, ἂν ἐπιμένῃς τοῖς ἄρτι πραττομένοις, ἀναπείσας ἀποστῆναί σου τὸν λαὸν καὶ τὴν βασιλείαν ἑτέρῳ παραδοῦναι, τότε σοι πικρότερον καὶ ἀληθὲς ποιήσω τὸ πένθος.
257
ταῦτʼ εἰπὼν Ἰώαβος ἀπέστρεψεν ἀπὸ τῆς λύπης καὶ ἤγαγεν εἰς τὸν περὶ τῶν πραγμάτων λογισμὸν τὸν βασιλέα· μετασχηματίσας γὰρ ἑαυτὸν Δαυίδης καὶ ποιήσας ἐπιτήδειον εἰς τὴν τοῦ πλήθους θέαν πρὸς ταῖς πύλαις ἐκάθισεν, ὡς ἅπαντα τὸν λαὸν ἀκούσαντα συνδραμεῖν πρὸς αὐτὸν καὶ κατασπάσασθαι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
258
Οἱ δʼ ἐκ τῆς μάχης ἀναχωρήσαντες τῶν Ἑβραίων τῶν μετʼ Ἀψαλώμου γενόμενοι παρʼ αὑτοῖς ἕκαστοι διεπέμποντο κατὰ πόλεις ὑπομιμνήσκοντες αὑτοὺς ὧν εὐηργέτησε Δαυίδης καὶ τῆς ἐλευθερίας, ἣν ἐκ πολλῶν καὶ μεγάλων ῥυσάμενος αὐτοὺς πολέμων παρέσχε,
259
μεμφόμενοι δʼ ὅτι τῆς βασιλείας αὐτὸν ἐκβαλόντες ἄλλῳ ταύτην ἐνεχείρισαν καὶ νῦν τεθνηκότος τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος οὐ παρακαλοῦσι Δαυίδην παύσασθαι μὲν τῆς ὀργῆς, εὐνοϊκῶς δὲ πρὸς αὐτοὺς ἔχειν, τῶν δὲ πραγμάτων καθὼς ἤδη καὶ πρότερον ποιεῖσθαι πρόνοιαν τὴν βασιλείαν ἀπολαβόντα.
260
ταῦτα μὲν οὖν συνεχέστερον ἀπηγγέλλετο Δαυίδῃ· κἀκεῖνος οὐδὲν ἧττον ἔπεμψε πρὸς Σάδωκον καὶ Ἀβιάθαρον τοὺς ἀρχιερέας, ἵνα τοῖς ἄρχουσι τῆς Ἰούδα φυλῆς διαλεχθῶσιν, ὡς αἰσχρὸν αὐτοῖς ἄλλας φυλὰς πρὸ ἐκείνης Δαυίδην χειροτονῆσαι βασιλέα, καὶ ταῦθʼ ὑμῶν συγγενῶν ὄντων καὶ κοινὸν αἷμα πρὸς αὐτὸν κεκληρωμένων.
261
τὰ δʼ αὐτὰ καὶ Ἀμασᾷ τῷ στρατηγῷ προσέταξεν αὐτοὺς λέγειν, ὅτι τῆς ἀδελφῆς υἱὸς ὢν αὐτοῦ μὴ πείθει τὸ πλῆθος Δαυίδῃ τὴν βασιλείαν ἀποδοῦναι· προσδοκᾶν δὲ παρʼ αὐτοῦ μὴ διαλλαγὴν μόνον, τοῦτο γὰρ ἤδη γέγονεν, ἀλλὰ καὶ τὴν παντὸς τοῦ λαοῦ στρατηγίαν, ἣν αὐτῷ καὶ Ἀψάλωμος παρέσχε.