Book 7
273
ὁ δὲ πόθῳ τῶν οἴκοι παρῃτεῖτο τὴν μετʼ αὐτοῦ διατριβήν· καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλʼ ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ χαρίζεσθαι τὰ κατʼ ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι·
274
οὔτε γὰρ τροφῆς οὔτε ποτοῦ συνιέναι διὰ τὸν χρόνον, ἀποκεκλεῖσθαι δʼ αὐτῷ καὶ τὰς ἀκοὰς ἤδη πρὸς αὐλῶν ἤχους καὶ μέλη τῶν ἄλλων ὀργάνων, ὅσα παρὰ βασιλεῦσι τέρπει τοὺς συνδιαιτωμένους. οὕτως δὲ λιπαρῶς δεομένου, σὲ μέν, εἶπεν, ἀπολύω,
275
τὸν δʼ υἱὸν Ἀχίμανον ἄφες μοι· πάντων γὰρ αὐτῷ μεταδώσω τῶν ἀγαθῶν. καὶ Βεέρζελος μὲν καταλιπὼν τὸν υἱὸν καὶ προσκυνήσας τὸν βασιλέα καὶ πάντων ἐπευξάμενος αὐτῷ τέλος ὧν ἔχει κατὰ ψυχὴν οἴκαδʼ ὑπέστρεψε. παραγίνεται δʼ εἰς Γάλγαλα Δαυίδης τοῦ λαοῦ παντὸς ἤδη τὸ ἥμισυ περὶ αὑτὸν ἔχων καὶ τὴν Ἰούδα φυλήν.
276
Ἀφικνοῦνται δʼ εἰς Γάλγαλα πρὸς αὐτὸν οἱ πάσης φυλῆς πρῶτοι μετὰ πολλοῦ πλήθους καὶ τὴν Ἰούδα φυλὴν κατεμέμφοντο λάθρα πρὸς αὐτὸν ἐλθοῦσαν, ὡς δεῖν ὁμοῦ πάντας μιᾷ γνώμῃ ποιεῖσθαι τὴν ἀπάντησιν. οἱ δʼ ἄρχοντες τῆς Ἰούδα φυλῆς μὴ δυσχεραίνειν αὐτοὺς ἠξίουν προληφθέντας· καὶ γὰρ συγγενεῖς ὄντες αὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον προνοούμενοι καὶ στέργοντες φθάσαι, οὐ μέντοι γε διὰ τὸ προελθεῖν δῶρα λαβεῖν αὐτούς, ἵνʼ ἔχωσιν ἐπὶ τούτῳ δυσφορεῖν ὕστεροι πρὸς αὐτὸν ἐλθόντες.
277
ταῦτα τῶν τῆς Ἰούδα φυλῆς ἡγεμόνων εἰπόντων οἱ τῶν ἄλλων ἄρχοντες οὐχ ἡσύχασαν, ἀλλʼ ἡμεῖς μέν, ἔφασαν, ὦ ἀδελφοί, θαυμάζομεν ὑμᾶς αὑτῶν ἀποκαλοῦντας μόνων συγγενῆ τὸν βασιλέα· ὁ γὰρ τὴν ἁπάντων ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν πάντων ἡμῶν εἶναι συγγενὴς κρίνεται. καὶ διὰ τοῦθʼ ὁ μὲν λαὸς ἕνδεκα μοίρας ἔχει, μίαν δʼ ὑμεῖς, καὶ πρεσβύτεροι ἐσμέν, καὶ οὐκ ἐποιήσατε δίκαια λεληθότως ἐλθόντες πρὸς τὸν βασιλέα.
278
Τοιαῦτα τῶν ἡγεμόνων πρὸς ἀλλήλους διαλεχθέντων ἀνήρ τις πονηρὸς καὶ στάσει χαίρων, ὄνομα Σαβαῖος υἱὸς δὲ Βοχορίου τῆς Βενιαμίτιδος φυλῆς, στὰς ἐν μέσῳ πρὸς τὸ πλῆθος μέγα βοήσας εἶπεν· οὔτʼ ἔχει τις ἡμῶν παρὰ Δαυίδου μοίρας οὔτε κλῆρον παρὰ τῷ Ἰεσσαίου παιδί.