Book 7
290
ὁ δὲ ἵλεων μὲν εὔχεται τὸν θεὸν αὐτῷ διαμένειν, αὐτὸς δʼ οὕτως ἔχειν εἶπεν, ὡς μηδένα τοῦ λαοῦ φονεῦσαι, οὐχ ὅτι πόλιν ἐξελεῖν βούλεσθαι τηλικαύτην· λαβὼν μέντοι παρʼ αὐτῶν τὸν ἀντάραντα τῷ βασιλεῖ πρὸς τιμωρίαν Σαβαῖον υἱὸν δὲ Βοχορίου παύσεσθαι τῆς πολιορκίας καὶ τὴν στρατιὰν ἀπάξειν.
291
ὡς δʼ ἤκουσεν ἡ γυνὴ τὰ παρὰ τοῦ Ἰωάβου μικρὸν ἐπισχεῖν δεηθεῖσα, τὴν γὰρ κεφαλὴν εὐθέως αὐτῷ ῥιφήσεσθαι τὴν τοῦ πολεμίου, καταβαίνει πρὸς τοὺς πολίτας καὶ βούλεσθʼ, εἰποῦσα, κακοὶ κακῶς ἀπολέσθαι μετὰ τέκνων καὶ γυναικῶν ὑπὲρ ἀνθρώπου πονηροῦ καὶ μηδὲ τίς ἐστι γνωριζομένου καὶ τοῦτον ἔχειν ἀντὶ Δαυίδου τοῦ τοσαῦτʼ εὐεργετήσαντος ὑμᾶς βασιλέα καὶ πρὸς δύναμιν τοσαύτην καὶ τηλικαύτην ἀνταίρειν μίαν πόλιν;
292
πείθει τὴν κεφαλὴν ἀποτεμόντας τοῦ Σαβαίου ῥῖψαι ταύτην εἰς τὸ τοῦ Ἰωάβου στράτευμα. τούτου γενομένου σημήνας ἀνακλητικὸν ὁ τοῦ βασιλέως στρατηγὸς ἔλυσε τὴν πολιορκίαν καὶ παραγενόμενος εἰς Ἱεροσόλυμα παντὸς ἀποδείκνυται πάλιν τοῦ λαοῦ στρατηγός.
293
καθίστησι δὲ καὶ Βαναῖον ὁ βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δʼ ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν ἱερεῖς.
294
Μετὰ δὲ ταῦτα τῆς χώρας λιμῷ φθειρομένης ἱκέτευε Δαυίδης τὸν θεὸν ἐλεῆσαι τὸν λαὸν καὶ τὴν αἰτίαν αὐτῷ καὶ τὴν ἴασιν φανερὰν ποιῆσαι τῆς νόσου. τῶν δὲ προφητῶν εἰπόντων βούλεσθαι τὸν θεὸν ἐκδικίας τυχεῖν τοὺς Γαβαωνίτας, οὓς Σαοῦλος ὁ βασιλεὺς ἀποκτείνας ἠσέβησεν ἐξαπατήσας καὶ τοὺς ὅρκους αὐτοῖς, οὓς ὁ στρατηγὸς Ἰησοῦς ὤμοσε καὶ ἡ γερουσία, μὴ φυλάξας·
295
ἐὰν τοίνυν δίκην ἣν αὐτοὶ θέλουσιν οἱ Γαβαωνῖται λαβεῖν ὑπὲρ τῶν ἀνῃρημένων ταύτην αὐτοῖς παράσχῃ, διαλλαγήσεσθαι καὶ τὸν ὄχλον ἀπαλλάξειν τῶν κακῶν ἐπηγγέλλετο.
296
ὡς οὖν ταῦτα παρὰ τῶν προφητῶν ἔμαθεν ἐπιζητεῖν τὸν θεόν, μεταπέμπεται τοὺς Γαβαωνίτας καὶ τίνος βούλονται τυχεῖν ἐπηρώτα. τῶν δʼ ἐκ τοῦ γένους τοῦ Σαούλου παραλαβεῖν ἑπτὰ παῖδας ἀξιωσάντων πρὸς τιμωρίαν, ὁ βασιλεὺς ἀναζητήσας παρέδωκεν αὐτοῖς Ἰεβόσθου φεισάμενος τοῦ Ἰωνάθου παιδός.