Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

297 παραλαβόντες δʼ οἱ Γαβαωνῖται τοὺς ἄνδρας ὡς ἐβούλοντο ἐκόλασαν. ἤρξατο δʼ ὕειν παραχρῆμα ὁ θεὸς καὶ τὴν γῆν πρὸς γονὴν καρπῶν ἀνακαλεῖν ἀπολύσας τοῦ πρότερον αὐχμοῦ· καὶ πάλιν εὐθήνησεν ἡ τῶν Ἑβραίων χώρα.
298 Στρατεύεται δὲ μετʼ οὐ πολὺν χρόνον ὁ βασιλεὺς ἐπὶ Παλαιστίνους, καὶ συνάψας μάχην αὐτοῖς καὶ τρεψάμενος ἐμονώθη διώκων καὶ γενόμενος ἔκλυτος ὤφθη ὑπό τινος τῶν πολεμίων Ἄκμονος μὲν τοὔνομα Ἀράφου δὲ παιδός·
299 οὗτος ἦν μὲν καὶ ἀπόγονος τῶν Γιγάντων, ἔχων δὲ καὶ ξυστόν, οὗ τὴν λαβὴν συνέλκειν σταθμὸν σίκλους τριακοσίους, καὶ θώρακα ἁλυσιδωτὸν καὶ ῥομφαίαν ὥρμησεν ἐπιστραφεὶς ὡς ἀποκτενῶν τὸν τῶν πολεμίων βασιλέα· παρεῖτο γὰρ ὑπὸ τοῦ κόπου. ἐπιφανεὶς δʼ ἐξαίφνης Ἀβεσσαῖος ὁ Ἰωάβου ἀδελφὸς τὸν βασιλέα μὲν ὑπερήσπισε περιβὰς κείμενον, ἀπέκτεινε δὲ τὸν πολέμιον.
300 ἤνεγκε δʼ ἐπὶ τῷ παρʼ ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος· καὶ οἱ ἡγεμόνες ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ διʼ ἀνδρείαν καὶ προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν διʼ αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον.
301 Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας ὁ βασιλεὺς ἔπεμψεν ἐπʼ αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρʼ ηὐδοκίμησε Σαβρήχης ὁ Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων· ἀπέκτεινε γὰρ πολλοὺς τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπʼ ἀνδρείᾳ φρονούντων, αἴτιός τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο.
302 καὶ μετʼ ἐκείνην τὴν ἧτταν πάλιν ἐπολέμησαν οἱ Παλαιστῖνοι· καὶ στρατιὰν ἐπʼ αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν Ἐφὰν ὁ συγγενὴς αὐτοῦ· μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι.
303 διαλιπόντες δʼ ὀλίγον χρόνον ἐστρατοπεδεύσαντο πρὸς τῇ πόλει τῶν ὅρων τῆς Ἑβραίων χώρας οὐκ ἄπωθεν. ἦν δʼ αὐτοῖς ἀνὴρ τὸ μὲν ὕψος ἓξ πηχῶν, δακτύλους δʼ ἐν ἑκατέρῳ τῶν βάσεων καὶ τῶν χειρῶν ἑνὶ περισσοτέρους εἶχε τῶν κατὰ φύσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme