Book 7
316
προσαριθμήσειε δὲ ἄν τις αὐτοῦ καὶ τοῦτο ταῖς προειρημέναις πράξεσιν ἢ ὡς πρῶτον αὐτῶν κατʼ εὐψυχίαν ἢ ὡς ὅμοιον· νίφοντος γὰρ τοῦ θεοῦ λέων εἴς τινα λάκκον ὀλισθὼν ἐνέπεσε· στενοῦ δʼ ὄντος τοῦ στομίου δῆλον ἦν ἀφανὲς ἐσόμενον ἐμφραγέντος αὐτοῦ τῇ χιόνι· πόρον οὖν οὐδένα βλέπων ἐξόδου καὶ σωτηρίας ἐβρυχᾶτο.
317
τοῦ δὲ θηρὸς ἀκούσας ὁ Ναβαῖος, ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι τὰς ἀρετὰς ὑπῆρχον.
318
Ὁ δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι.
319
τοῦ δʼ οὐκ ἀναγκαῖον εἶναι φήσαντος τοῦτο ποιεῖν οὐκ ἐπείσθη, προσέταξε δὲ μηδὲν μελλήσαντα βαδίζειν ἐπὶ τὴν ἐξαρίθμησιν τῶν Ἑβραίων. Ἰώαβος δὲ τοὺς ἄρχοντας τῶν φυλῶν παραλαβὼν καὶ γραμματεῖς, ἐπιὼν τὴν τῶν Ἰσραηλιτῶν χώραν καὶ τὸ πλῆθος ὅσον ἐστὶ κατανοήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα μετὰ μῆνας ἐννέα καὶ ἡμέρας εἴκοσι καὶ τὸν ἀριθμὸν ἀπέδωκε τῷ βασιλεῖ τοῦ λαοῦ χωρὶς τῆς Βενιαμίτιδος φυλῆς·
320
ἐξαριθμῆσαι γὰρ αὐτὴν οὐκ ἔφθασεν ἀλλʼ οὐδὲ τὴν Λευιτῶν φυλήν· μετενόησε γὰρ ὁ βασιλεὺς ὧν εἰς τὸν θεὸν ἥμαρτεν. ἦν δὲ τῶν ἄλλων Ἰσραηλιτῶν ἀριθμὸς ἐνενήκοντα μυριάδες ὅπλα βαστάζειν καὶ στρατεύεσθαι δυναμένων, ἡ δὲ Ἰούδα φυλὴ καθʼ ἑαυτὴν τεσσαράκοντα μυριάδες ἦσαν.
321
Τῶν δὲ προφητῶν δηλωσάντων τῷ Δαυίδῃ, ὅτι διʼ ὀργῆς ἐστιν ὁ θεὸς αὐτῷ, ἱκετεύειν ἤρξατο καὶ παρακαλεῖν εὐμενῆ γενέσθαι καὶ συγγινώσκειν ἡμαρτηκότι. Γάδον δὲ τὸν προφήτην ἔπεμψεν ὁ θεὸς πρὸς αὐτὸν τρεῖς αἱρέσεις κομίζοντα, ὅπως ἐκλέξηται τούτων ἣν ἂν δοκιμάσῃ· πότερον θέλει λιμὸν γενέσθαι κατὰ τὴν χώραν ἐπὶ ἔτη ἑπτά, ἢ τρεῖς μῆνας πολεμήσας ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, ἢ λοιμὸν ἐνσκῆψαι καὶ νόσον ἐπὶ τρεῖς ἡμέρας τοῖς Ἑβραίοις.