Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

26 πέμπει μὲν αὐτῷ τὴν Μελχάλην ἀποσπάσας Ὀφελτίου τοῦ τότε συνοικοῦντος αὐτῇ, πρὸς τοῦτο καὶ Ἰεβώσθου συμπράξαντος· ἐγεγράφει γὰρ αὐτῷ Δαυίδης τὴν γυναῖκα δικαίως ἀπολαβεῖν· συγκαλέσας δὲ τοὺς γεγηρακότας τοῦ πλήθους καὶ ταξιάρχους καὶ χιλιάρχους λόγους ἐποιήσατο πρὸς αὐτούς,
27 ὡς ἔχοντας ἑτοίμως ἀποστῆναι μὲν Ἰεβώσθου Δαυίδῃ δὲ προσθέσθαι ταύτης ἀποστρέψειε τῆς ὁρμῆς, νῦν μέντοι γε ἐπιτρέποι χωρεῖν ᾗ βούλονται· καὶ γὰρ εἰδέναι τὸν θεὸν διὰ Σαμουήλου τοῦ προφήτου Δαυίδην χειροτονήσαντα πάντων Ἑβραίων βασιλέα, προειπεῖν δʼ ὅτι Παλαιστίνους ἐκεῖνος αὐτὸς τιμωρήσεται καὶ ποιήσει κρατήσας ὑποχειρίους.
28 ταῦτʼ ἀκούσαντες οἱ πρεσβύτεροι καὶ ἡγεμόνες, ὡς τὴν Ἀβεννήρου γνώμην ᾗ πρότερον εἶχον αὐτοὶ περὶ τῶν πραγμάτων σύμφωνον προσέλαβον, τὰ Δαυίδου φρονεῖν μετεβάλοντο.
29 πεισθέντων δὲ τούτων Ἀβεννῆρος συγκαλεῖ τὴν Βενιαμιτῶν φυλήν, οἱ γὰρ ἐκ ταύτης ἅπαντες Ἰεβώσθου σωματοφύλακες ἦσαν, καὶ ταὐτὰ πρὸς αὐτοὺς διαλεχθείς, ἐπειδὴ μὴ ἀντικρούοντας ἑώρα, προστιθεμένους δʼ οἷς ἐβούλετο, παραλαβὼν ὡς εἴκοσι τῶν ἑταίρων ἧκε πρὸς Δαυίδην τοὺς ὅρκους παρʼ αὐτοῦ ληψόμενος αὐτός, πιστότερα γὰρ τῶν διʼ ἄλλου πραττομένων ὅσα διʼ αὑτῶν ἕκαστοι ποιοῦμεν εἶναι δοκεῖ, καὶ προσέτι τοὺς γενομένους αὐτῷ λόγους πρός τε τοὺς ἡγεμόνας καὶ πρὸς τὴν φυλὴν ἅπασαν σημανῶν.
30 ὑποδεξαμένου δʼ αὐτὸν φιλοφρόνως καὶ λαμπρᾷ καὶ πολυτελεῖ τραπέζῃ ξενίσαντος ἐπὶ πολλὰς ἡμέρας, ἠξίωσεν ἀφεθεὶς ἀγαγεῖν τὸ πλῆθος, ἵνα παρόντι καὶ βλεπομένῳ παραδῶσι τὴν ἀρχήν.
31 Ἐκπέμψαντος δὲ τοῦ Δαυίδου τὸν Ἀβεννῆρον οὐδὲ ὀλίγον διαλιπὼν εἰς Γιβρῶνα ἧκεν Ἰώαβος ὁ ἀρχιστράτηγος αὐτοῦ, καὶ μαθών, ὡς εἴη παρὼν πρὸς αὐτὸν Ἀβεννῆρος καὶ μικρὸν ἔμπροσθεν ἀπηλλαγμένος ἐπὶ συνθήκαις καὶ ὁμολογίαις τῆς ἡγεμονίας, δείσας μὴ τὸν μὲν ἐν τιμῇ καὶ τῇ πρώτῃ ποιήσεται τάξει συνεργόν τε τῆς βασιλείας ἐσόμενον καὶ τἆλλα δεινὸν ὄντα συνιδεῖν πράγματα καὶ τοὺς καιροὺς ὑποδραμεῖν, αὐτὸς δʼ ἐλαττωθείη καὶ τῆς στρατηγίας ἀφεθείη, κακοῦργον καὶ πονηρὰν ὁδὸν ἄπεισι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme