Book 8
arg
α. Ὡς Σολόμων τὴν βασιλείαν παραλαβὼν τοὺς ἐχθροὺς ἀνεῖλε.
arg
β. περὶ τῆς σοφίας αὐτοῦ καὶ συνέσεως καὶ τοῦ πλούτου.
arg
γ. ὅτι πρῶτος τὸν ἐν Ἱεροσολύμοις ναὸν ᾠκοδόμησεν.
arg
δ. ὡς τελευτήσαντος Σολόμωνος ὁ λαὸς ἀποστὰς τοῦ παιδὸς αὐτοῦ Ῥοβοάμου τῶν δέκα φυλῶν τῶν ὑπηκόων τινὰ Ἱεροβόαμον ἀπέδειξε βασιλέα, τῶν δὲ δύο φυλῶν ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν.
arg
ε. ὡς Ἴσακος Αἰγυπτίων βασιλεὺς στρατευσάμενος ἐπὶ τὰ Ἱεροσόλυμα καὶ κατασχὼν τὴν πόλιν τὸν πλοῦτον αὐτῆς εἰς Αἴγυπτον μετήνεγκε.
arg
ϛ. στρατεία Ἱεροβοάμου τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως ἐπὶ τὸν υἱὸν τὸν Ῥοβοάμου καὶ ἧττα.
arg
ζ. ὅτι τὴν Ἱεροβοάμου γενεὰν Βασίνης τις ὄνομα διαφθείρας αὐτὸς τὴν βασιλείαν ἔσχεν.
arg
η. Αἰθιόπων ἐπιστρατεία τοῖς Ἱεροσολύμοις βασιλεύοντος αὐτῶν Ἀσάνου τοῦ Ἀβία παιδός, καὶ διαφθορὰ τοῦ στρατοῦ.
arg
θ. ὡς τῆς Ἀβεσσάρου γενεᾶς διαφθαρείσης ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἄμαρις καὶ ὁ υἱὸς αὐτοῦ Ἄχαβος.
arg
ι. ὡς Ἄδαδος Δαμασκοῦ καὶ Συρίας βασιλεὺς δὶς ἐπ' Ἄχαβον στρατευσάμενος ἡττήθη.
arg
ια. Ἀμμανιτῶν καὶ Μωαβιτῶν στρατευσαμένων ἐπ' Ἰωσαφάτην τὸν Ἱεροσολύμων βασιλέα ἧττα.
arg
ιβ. ὡς Ἄχαβος ἐπὶ Σύρους στρατευσάμενος ἡττήθη τῇ μάχῃ καὶ αὐτὸς ἀπώλετο.
arg
περιέχει ἡ βίβλος αὕτη ἔτη ἑκατὸν ἑξήκοντα καὶ τρία.
1
Περὶ μὲν οὖν Δαυίδου καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ ὅσων ἀγαθῶν αἴτιος γενόμενος τοῖς ὁμοφύλοις πολέμους τε καὶ μάχας ὅσας κατορθώσας γηραιὸς ἐτελεύτησεν, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν.
2
Σολόμωνος δὲ τοῦ παιδὸς αὐτοῦ νέου τὴν ἡλικίαν ἔτι ὄντος τὴν βασιλείαν παραλαβόντος, ὃν ἔτι ζῶν ἀπέφηνε τοῦ λαοῦ δεσπότην κατὰ τὴν τοῦ θεοῦ βούλησιν, καθίσαντος ἐπὶ τὸν θρόνον ὁ μὲν πᾶς ὄχλος ἐπευφήμησεν, οἷον εἰκὸς ἐπʼ ἀρχομένῳ βασιλεῖ, τελευτῆσαι καλῶς αὐτῷ τὰ πράγματα καὶ πρὸς γῆρας ἀφικέσθαι λιπαρὸν καὶ πανεύδαιμον τὴν ἡγεμονίαν.
3
Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν,