Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

90 καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν, ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθʼ ἡμέραν ἀκολούθως τῷ νόμῳ, καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς λυχνίας· ταύτην γὰρ κατὰ νότον ἔστησεν, ὁ δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο. ταῦτα πάντα εἶχεν ὁ τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ ἀδύτου· ἐν τούτῳ δὲ ἡ κιβωτὸς ἔμελλε κεῖσθαι.
91 Οἰνοχόας δʼ ὁ βασιλεὺς μυριάδας ὀκτὼ κατεσκεύασε καὶ φιαλῶν χρυσέων δέκα ἀργυρέας δὲ διπλασίονας. πινάκων δὲ χρυσέων εἰς τὸ προσφέρειν ἐν αὐτοῖς πεφυραμένην σεμίδαλιν τῷ βωμῷ μυριάδας ὀκτώ, τούτων δʼ ἀργυροῦς διπλασίονας. κρατῆρας δʼ οἷς ἐνεφύρων τὴν σεμίδαλιν μετʼ ἐλαίου χρυσέους μὲν ἑξακισμυρίους, ἀργυρέους δὲ δὶς τοσούτους.
92 τὰ μέτρα δὲ τοῖς Μωυσήου λεγομένοις δὲ ειν καὶ ἐσσάρωνες παραπλήσια, χρυσᾶ μὲν δισμύρια ἀργύρεα δὲ διπλασίονα. θυμιατήρια δὲ χρυσᾶ ἐν οἷς ἐκομίζετο τὸ θυμίαμα εἰς τὸν ναὸν δισμύρια· ὁμοίως ἄλλα θυμιατήρια οἷς ἐκόμιζον ἀπὸ τοῦ μεγάλου βωμοῦ πῦρ ἐπὶ τὸν μικρὸν βωμὸν τὸν ἐν τῷ ναῷ πεντακισμύρια.
93 στολὰς δὲ ἱερατικὰς τοῖς ἀρχιερεῦσι σὺν ποδήρεσιν ἐπωμίσι καὶ λογίῳ καὶ λίθοις χιλίας· ἡ δὲ στεφάνη, εἰς ἣν τὸν θεὸν Μωυσῆς ἔγραψε, μία ἦν καὶ διέμεινεν ἄχρι τῆσδε τῆς ἡμέρας· τὰς δὲ ἱερατικὰς στολὰς ἐκ βύσσου κατεσκεύασε καὶ ζώνας πορφυρᾶς εἰς ἕκαστον μυρίας.
94 καὶ σαλπίγγων κατὰ Μωυσέος ἐντολὴν μυριάδας εἴκοσι, καὶ στολῶν τοῖς ὑμνῳδοῖς Ληουιτῶν ἐκ βύσσου μυριάδας εἴκοσι· καὶ τὰ ὄργανα τὰ μουσικὰ καὶ πρὸς τὴν ὑμνῳδίαν ἐξηυρημένα, ἃ καλεῖται νάβλας καὶ κινύρας, ἐξ ἠλέκτρου κατεσκεύασε τετρακισμύρια.
95 Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. περιέβαλε δὲ τοῦ ναοῦ κύκλῳ γείσιον μὲν κατὰ τὴν ἐπιχώριον γλῶτταν τριγχὸν δὲ παρʼ Ἕλλησι λεγόμενον εἰς τρεῖς πήχεις ἀναγαγὼν τὸ ὕψος, εἴρξοντα μὲν τοὺς πολλοὺς τῆς εἰς τὸ ἱερὸν εἰσόδου, μόνοις δὲ ἀνειμένην αὐτὴν τοῖς ἱερεῦσι σημανοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme