Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

137 τὸ δὲ ἄλλο μέχρι τῆς στέγης χριστὸν ἦν καὶ καταπεποικιλμένον χρώμασι καὶ βαφαῖς. προσκατεσκεύασε δὲ τούτοις ἄλλα τε πρὸς τρυφὴν οἰκήματα καὶ δὴ καὶ στοὰς μηκίστας καὶ ἐν καλῷ τῶν βασιλείων κειμένας, ἐν αἷς λαμπρότατον οἶκον εἰς ἑστίασιν καὶ συμπόσια χρυσοῦ περίπλεων· καὶ τἆλλα δὲ ὅσα τοῦτον ἔχειν ἔδει πρὸς τὴν τῶν ἑστιωμένων ὑπηρεσίαν σκεύη πάντʼ ἐκ χρυσοῦ κατεσκεύαστο.
138 δύσκολον δʼ ἐστὶν καταριθμήσασθαι τὸ μέγεθος καὶ τὴν ποικιλίαν τῶν βασιλείων, ὅσα μὲν ἦν αὐτοῖς τὰ μέγιστα οἰκήματα, πόσα δὲ τὰ τούτων ὑποδεέστερα καὶ πόσα ὑπόγεια καὶ ἀφανῆ, τά τε τῶν ἀνειμένων εἰς ἀέρα κάλλη καὶ τὰ ἄλση πρὸς θεωρίαν ἐπιτερπεστάτην καὶ θέρους ὑποφυγὴν καὶ σκέπην εἶναι τοῖς σώμασιν.
139 ἐν κεφαλαίῳ δʼ εἰπεῖν τὴν ὅλην οἰκοδομίαν ἐκ λίθου λευκοῦ καὶ κέδρου καὶ χρυσοῦ καὶ ἀργύρου πᾶσαν ἐποιήσατο τοὺς ὀρόφους καὶ τοὺς τοίχους τοῖς ἐγκλειομένοις χρυσῷ λίθοις διανθίσας τὸν αὐτὸν τρόπον, ὡς καὶ τὸν τοῦ θεοῦ ναὸν τούτοις κατηγλάισεν.
140 εἰργάσατο δὲ καὶ ἐξ ἐλέφαντος θρόνον παμμεγεθέστατον ἐν κατασκευῇ βήματος ἔχοντα μὲν ἓξ βαθμούς, ἑκάστῳ δὲ τούτων ἐξ ἑκατέρου μέρους δύο λέοντες ἐφειστήκεσαν τοσούτων ἄνωθεν ἄλλων παρεστώτων. τὸ δʼ ἐνήλατον τοῦ θρόνου χεῖρες ἦσαν δεχόμεναι τὸν βασιλέα, ἀνακέκλιτο δʼ εἰς μόσχου προτομὴν τὰ κατόπιν αὐτοῦ βλέποντος, χρυσῷ δὲ ἅπας ἦν δεδεμένος.
141 Ταῦτα Σολόμων εἰκοσαετίᾳ κατασκευάσας, ἐπεὶ πολὺν μὲν αὐτῷ χρυσὸν πλείω δʼ ἄργυρον ὁ τῶν Τυρίων βασιλεὺς Εἴρωμος εἰς τὴν οἰκοδομίαν συνήνεγκεν ἔτι δὲ καὶ ξύλα κέδρου καὶ πίτυος, ἀντεδωρήσατο καὶ αὐτὸς μεγάλαις δωρεαῖς τὸν Εἴρωμον σῖτόν τε κατʼ ἔτος πέμπων αὐτῷ καὶ οἶνον καὶ ἔλαιον, ὧν μάλιστα διὰ τὸ νῆσον οἰκεῖν, ὡς καὶ προειρήκαμεν ἤδη, χρῄζων διετέλει.
142 πρὸς τούτοις δὲ καὶ πόλεις αὐτῷ τῆς Γαλιλαίας εἴκοσι μὲν τὸν ἀριθμὸν οὐ πόρρω δὲ τῆς Τύρου κειμένας ἐχαρίσατο, ἃς ἐπελθὼν καὶ κατανοήσας Εἴρωμος καὶ δυσαρεστήσας τῇ δωρεᾷ πέμψας πρὸς Σολόμωνα μὴ δεῖσθαι τῶν πόλεων ἔλεγε κἄκτοτε προσηγορεύθησαν Χαβαλὼν γῆ· μεθερμηνευόμενον δὲ τὸ χάβαλον κατὰ Φοινίκων γλῶτταν οὐκ ἀρέσκον σημαίνει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme