Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

155 Σολόμων μὲν οὖν ὁ βασιλεὺς ταῦτα κατʼ ἐκεῖνον τὸν καιρὸν πράττων διετέλει. πρὸς δὲ τοὺς ἐπιζητήσαντας, ὅτι πάντες οἱ Αἰγυπτίων βασιλεῖς ἀπὸ Μιναίου τοῦ Μέμφιν οἰκοδομήσαντος, ὃς ἔτεσι πολλοῖς ἔμπροσθεν ἐγένετο τοῦ πάππου ἡμῶν Ἁβράμου, μέχρι Σολόμωνος πλειόνων ἐτῶν τριακοσίων καὶ χιλίων μεταξὺ διεληλυθότων Φαραῶθαι ἐκλήθησαν ἀπὸ τοῦ μετʼ αὐτοὺς ἐν τοῖς μεταξὺ χρόνοις ἄρξαντος βασιλέως Φαραώθου τὴν προσηγορίαν λαβόντες, ἀναγκαῖον ἡγησάμην εἰπεῖν, ἵνα τὴν ἄγνοιαν αὐτῶν ἀφέλω καὶ ποιήσω τοῦ ὀνόματος φανερὰν τὴν αἰτίαν, ὅτι Φαραὼ κατʼ Αἰγυπτίους βασιλέα σημαίνει.
156 οἶμαι δʼ αὐτοὺς ἐκπαίδων ἄλλοις χρωμένους ὀνόμασιν ἐπειδὰν βασιλεῖς γένωνται τὸ σημαῖνον αὐτῶν τὴν ἐξουσίαν κατὰ τὴν πάτριον γλῶτταν μετονομάζεσθαι· καὶ γὰρ οἱ τῆς Ἀλεξανδρείας βασιλεῖς ἄλλοις ὀνόμασι καλούμενοι πρότερον ὅτε τὴν βασιλείαν ἔλαβον Πτολεμαῖοι προσηγορεύθησαν ἀπὸ τοῦ πρώτου βασιλέως.
157 καὶ οἱ Ῥωμαίων δὲ αὐτοκράτορες ἐκ γενετῆς ἀπʼ ἄλλων χρηματίσαντες ὀνομάτων Καίσαρες καλοῦνται τῆς ἡγεμονίας καὶ τῆς τιμῆς τὴν προσηγορίαν αὐτοῖς θεμένης ἀλλʼ οὐχ οἷς ὑπὸ τῶν πατέρων ἐκλήθησαν τούτοις ἐπιμένοντες. νομίζω δὲ καὶ Ἡρόδοτον τὸν Ἁλικαρνασέα διὰ τοῦτο μετὰ Μιναίαν τὸν οἰκοδομήσαντα Μέμφιν τριάκοντα καὶ τριακοσίους βασιλεῖς Αἰγυπτίων γενέσθαι λέγοντα μὴ δηλῶσαι αὐτῶν τὰ ὀνόματα, ὅτι κοινῶς Φαραῶθʼ ἐκαλοῦντο·
158 καὶ γὰρ μετὰ τὴν τούτων τελευτὴν γυναικὸς βασιλευσάσης λέγει τοὔνομα Νικαύλην καλῶν δηλῶν, ὡς τῶν μὲν ἀρρένων βασιλέων τὴν αὐτὴν προσηγορίαν ἔχειν δυναμένων, τῆς δὲ γυναικὸς οὐκέτι κοινωνεῖν ἐκείνης, καὶ διὰ τοῦτʼ εἶπεν αὐτῆς τὸ φύσει δεῆσαν ὄνομα.
159 ἐγὼ δὲ καὶ ἐν τοῖς ἐπιχωρίοις ἡμῶν βιβλίοις εὗρον, ὅτι μετὰ Φαραώθην τὸν Σολόμωνος πενθερὸν οὐκέτʼ οὐδεὶς τοῦτο τὸ ὄνομα βασιλεὺς Αἰγυπτίων ἐκλήθη, καὶ ὅτι ὕστερον ἧκε πρὸς Σολόμωνα ἡ προειρημένη γυνὴ βασιλεύουσα τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας. περὶ μὲν οὖν ταύτης μετʼ οὐ πολὺ δηλώσομεν· νῦν δὲ τούτων ἐπεμνήσθην, ἵνα παραστήσω τὰ ἡμέτερα βιβλία καὶ τὰ παρʼ Αἰγυπτίοις περὶ πολλῶν ὁμολογοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme