Book 8
10
καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέα θανάτου μέν, εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ ἡ κιβωτός, ἣν σὺν αὐτῷ μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ ἐκείνου φρονήσαντι· μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλʼ εἰς τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον ἁμαρτὼν τοῦ μηκέτʼ εἶναι δικαίως ἐν ἀξίᾳ.
11
καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς ὁ Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν ὁ θεὸς Ἠλεί, μετέβη δʼ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον.
12
οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθʼ ὃν καιρὸν εἰς τὸν Ἰθαμάρου οἶκον ἡ ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος ἦσαν οὗτοι· ὁ τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο.
13
Ἰώαβος δὲ ὁ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο, φίλος γὰρ ἦν αὐτῷ μᾶλλον ἢ τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον, ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως.
14
ὁ δὲ ἀπαγγειλάντων αὐτῷ τινων τὴν Ἰωάβου γνώμην πέμψας Βαναίαν ἐκέλευσεν ἀναστήσαντα ἄγειν ἐπὶ τὸ δικαστήριον ὡς ἀπολογησόμενον. Ἰώαβος δὲ οὐκ ἔφη καταλείψειν τὸ ἱερόν, ἀλλʼ αὐτοῦ τεθνήξεσθαι μᾶλλον ἢ ἐν ἑτέρῳ χωρίῳ.
15
Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν ὁ Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς ὁ Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δʼ αὐτοῦ τὸ σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ Ἰωάβου τελευτῆς αὐτός τε καὶ ὁ πατὴρ ἀθῷοι τυγχάνωσι.
16
καὶ Βαναίας μὲν τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον δὲ ποιεῖ μόνον ἀρχιερέα ὁ βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο.