Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

239 τοῦ δὲ φήσαντος κεκωλῦσθαι πρὸς τοῦ θεοῦ γεύσασθαι παρά τινι τῶν ἐν ἐκείνῃ τῇ πόλει, ἀλλʼ οὐχὶ παρʼ ἐμοὶ πάντως, εἶπεν, ἀπηγόρευκέ σοι τὸ θεῖον παραθέσθαι τράπεζαν· προφήτης γάρ εἰμι κἀγὼ καὶ τῆς αὐτῆς σοι κοινωνὸς πρὸς αὐτὸν θρησκείας, καὶ πάρειμι νῦν ὑπʼ αὐτοῦ πεμφθείς. ὅπως ἀγάγω σε πρὸς ἐμαυτὸν ἑστιασόμενον.
240 ὁ δὲ ψευσαμένῳ πεισθεὶς ἀνέστρεψεν· ἀριστώντων δʼ ἔτι καὶ φιλοφρονουμένων ὁ θεὸς ἐπιφαίνεται τῷ Ἰάδωνι καὶ παραβάντα τὰς ἐντολὰς αὐτοῦ τιμωρίαν ὑφέξειν ἔλεγεν καὶ ποδαπὴν ἐδήλου· λέοντα γὰρ αὐτῷ κατὰ τὴν ὁδὸν ἀπερχομένῳ συμβαλεῖν ἔφραζεν, ὑφʼ οὗ διαφθαρήσεσθαι καὶ τῆς ἐν τοῖς πατρῴοις μνήμασι ταφῆς ἀμοιρήσειν.
241 ταῦτα δʼ ἐγένετο οἶμαι κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ὅπως μὴ προσέχοι τοῖς τοῦ Ἰάδωνος λόγοις Ἱεροβόαμος ἐληλεγμένῳ ψευδεῖ. πορευομένῳ τοίνυν τῷ Ἰάδωνι πάλιν εἰς Ἱεροσόλυμα συμβάλλει λέων καὶ κατασπάσας αὐτὸν ἀπὸ τοῦ κτήνους ἀπέκτεινε, καὶ τὸν μὲν ὄνον οὐδὲν ὅλως ἔβλαψε, παρακαθεζόμενος δʼ ἐφύλαττε κἀκεῖνον καὶ τὸ τοῦ προφήτου σῶμα, μέχρις οὗ τινες τῶν ὁδοιπόρων ἰδόντες ἀπήγγειλαν ἐλθόντες εἰς τὴν πόλιν τῷ ψευδοπροφήτῃ.
242 ὁ δὲ τοὺς υἱοὺς πέμψας ἐκόμισε τὸ σῶμα εἰς τὴν πόλιν καὶ πολυτελοῦς κηδείας ἠξίωσεν ἐντειλάμενος τοῖς παισὶ καὶ αὐτὸν ἀποθανόντα σὺν ἐκείνῳ θάψαι, λέγων ἀληθῆ μὲν εἶναι πάνθʼ ὅσα προεφήτευσε κατὰ τῆς πόλεως ἐκείνης καὶ τοῦ θυσιαστηρίου καὶ τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν, ὑβρισθήσεσθαι δʼ αὐτὸς μετὰ τὴν τελευτὴν οὐδὲν σὺν ἐκείνῳ ταφεὶς τῶν ὀστῶν οὐ γνωρισθησομένων.
243 κηδεύσας οὖν τὸν προφήτην καὶ ταῦτα τοῖς υἱοῖς ἐντειλάμενος πονηρὸς ὢν καὶ ἀσεβὴς πρόσεισι τῷ Ἱεροβοάμῳ καὶ τί δήποτʼ ἐταράχθης, εἰπών, ὑπὸ τῶν τοῦ ἀνοήτου λόγων; ὡς τὰ περὶ τὸ θυσιαστήριον αὐτῷ καὶ τὴν αὑτοῦ χεῖρα διηγήσαθʼ ὁ βασιλεὺς θεῖον ἀληθῶς καὶ προφήτην ἄριστον ἀποκαλῶν, ἤρξατο ταύτην αὐτοῦ τὴν δόξαν ἀναλύειν κακουργῶν καὶ πιθανοῖς περὶ τῶν γεγενημένων χρώμενος λόγοις βλάπτειν αὐτῶν τὴν ἀλήθειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme