Book 8
297
ἀλλὰ καὶ αἱ πόλεις ἀνάστατοι γενήσονται καὶ τὸ ἔθνος κατὰ πάσης σπαρήσεται γῆς ἔπηλυν βίον καὶ ἀλήτην βιωσόμενον. καιρὸν δʼ αὐτοῖς ἔχουσι συνεβούλευεν ἀγαθοῖς γίνεσθαι καὶ μὴ φθονῆσαι τῆς εὐμενείας αὑτοῖς τοῦ θεοῦ. ταῦτʼ ἀκούσας ὁ βασιλεὺς καὶ ὁ λαὸς ἐχάρησαν καὶ πολλὴν πρόνοιαν ἐποιοῦντο κοινῇ τε πάντες καὶ κατʼ ἰδίαν τοῦ δικαίου· διέπεμψε δʼ ὁ βασιλεὺς καὶ τοὺς ἐν τῇ χώρᾳ τῶν νομίμων ἐπιμελησομένους.
298
Καὶ τὰ μὲν Ἀσάνου τοῦ βασιλέως τῶν δύο φυλῶν ἐν τούτοις ὑπῆρχεν. ἐπάνειμι δʼ ἐπὶ τὸ πλῆθος τῶν Ἰσραηλιτῶν καὶ τὸν βασιλέα αὐτῶν Βασάνην τὸν ἀποκτείναντα τὸν Ἱεροβοάμου υἱὸν Νάβαδον καὶ κατασχόντα τὴν ἀρχήν.
299
οὗτος γὰρ ἐν Θαρσάλῃ πόλει διατρίβων καὶ ταύτην οἰκητήριον πεποιηκὼς εἴκοσι μὲν ἐβασίλευσεν ἔτη καὶ τέσσαρα, πονηρὸς δὲ καὶ ἀσεβὴς ὑπὲρ Ἱεροβόαμον καὶ τὸν υἱὸν αὐτοῦ γενόμενος πολλὰ καὶ τὸ πλῆθος κακὰ διέθηκε καὶ τὸν θεὸν ἐξύβρισεν· ὃς αὐτῷ πέμψας Ἰηοῦν τὸν προφήτην προεῖπε διαφθερεῖν αὐτοῦ πᾶν τὸ γένος καὶ τοῖς αὐτοῖς οἷς καὶ τὸν Ἱεροβοάμου κακοῖς περιέβαλεν οἶκον ἐξολέσειν,
300
ὅτι βασιλεὺς ὑπʼ αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο· πεῖραν οὖν ἕξειν εἰκότως τῆς ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον.
301
Βασάνης δὲ προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθʼ ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ,
302
ἀλλʼ ὥσπερ οἱ προκειμένων αὐτοῖς ἄθλων ἐπὰν περί τι σπουδάσωσιν οὐ διαλείπουσι περὶ τοῦτο ἐνεργοῦντες, οὕτω καὶ Βασάνης προειρηκότος αὐτῷ τοῦ προφήτου τὰ μέλλοντα ὡς ἐπʼ ἀγαθοῖς τοῖς μεγίστοις κακοῖς ὀλέθρῳ γένους καὶ οἰκίας ἀπωλείᾳ χείρων ἐγένετο, καὶ καθʼ ἑκάστην ἡμέραν ὥσπερ ἀθλητὴς κακίας τοῖς περὶ ταύτην πόνοις προσετίθει.