Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

314 Μαθεῖν δʼ ἔστιν ἐκ τούτων, ὅσην τὸ θεῖον ἐπιστροφὴν ἔχει τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πῶς μὲν ἀγαπᾷ τοὺς ἀγαθούς, μισεῖ δὲ τοὺς πονηροὺς καὶ προρρίζους ἀπόλλυσιν· οἱ μὲν γὰρ τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπʼ ἄλλῳ διὰ τὴν παρανομίαν καὶ τὰς ἀδικίας ἐν ὀλίγῳ χρόνῳ πολλοὶ κακῶς διαφθαρέντες ἐγνώσθησαν καὶ τὸ γένος αὐτῶν, ὁ δὲ τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν βασιλεὺς Ἄσανος διʼ εὐσέβειαν καὶ δικαιοσύνην εἰς μακρὸν καὶ εὔδαιμον ὑπὸ τοῦ θεοῦ προήχθη γῆρας καὶ τεσσαράκοντα καὶ ἓν ἄρξας ἔτος εὐμοίρως ἀπέθανε.
315 τελευτήσαντος δʼ αὐτοῦ διεδέξατο τὴν ἡγεμονίαν ὁ υἱὸς Ἰωσαφάτης ἐκ γυναικὸς Ἀβιδᾶς τοὔνομα γεγενημένος. τοῦτον μιμητὴν Δαυίδου τοῦ προπάππου κατά τε ἀνδρείαν καὶ εὐσέβειαν ἅπαντες ἐν τοῖς ἔργοις ὑπέλαβον. ἀλλὰ περὶ μὲν τούτου τοῦ βασιλέως οὐ κατεπείγει νῦν λέγειν.
316 Ὁ δὲ Ἄχαβος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς κατῴκει μὲν ἐν Σαμαρείᾳ, τὴν δʼ ἀρχὴν κατέσχεν ἕως ἐτῶν εἴκοσι καὶ δύο μηδὲν καινίσας τῶν πρὸ αὐτοῦ βασιλέων, εἰ μὴ ὅσα γε πρὸς τὸ χεῖρον καθʼ ὑπερβολὴν πονηρίας ἐπενόησεν, ἅπαντα δʼ αὐτῶν τὰ κακουργήματα καὶ τὴν πρὸς τὸ θεῖον ὕβριν ἐκμιμησάμενος καὶ μάλιστα τὴν Ἱεροβοάμου ζηλώσας παρανομίαν·
317 καὶ γὰρ οὗτος δαμάλεις τὰς ὑπʼ ἐκείνου κατασκευασθείσας προσεκύνησε καὶ τούτοις ἄλλα παράδοξα προσεμηχανήσατο. ἔγημε δὲ γυναῖκα θυγατέρα μὲν Εἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως Ἰεζαβέλην δὲ ὄνομα, ἀφʼ ἧς τοὺς ἰδίους αὐτῆς θεοὺς προσκυνεῖν ἔμαθεν.
318 ἦν δὲ τὸ γύναιον δραστήριόν τε καὶ τολμηρόν, εἰς τοσαύτην δὲ ἀσέλγειαν καὶ μανίαν προύπεσεν, ὥστε καὶ ναὸν τῷ Τυρίων θεῷ ὃν Βελίαν προσαγορεύουσιν ᾠκοδόμησε καὶ ἄλσος παντοίων δένδρων κατεφύτευσε· κατέστησε δὲ καὶ ἱερεῖς καὶ ψευδοπροφήτας τούτῳ τῷ θεῷ· καὶ αὐτὸς δʼ ὁ βασιλεὺς πολλοὺς τοιούτους περὶ αὑτὸν εἶχεν ἀνοίᾳ καὶ πονηρίᾳ πάντας ὑπερβεβληκὼς τοὺς πρὸ αὐτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme