Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

338 τοῦ δὲ πλήθους μηδὲν πρὸς ταῦτʼ ἀποκριναμένου ἠξίωσεν Ἠλίας πρὸς διάπειραν τῆς τε τῶν ξενικῶν θεῶν ἰσχύος καὶ τῆς τοῦ ἰδίου, μόνος ὢν αὐτοῦ προφήτης ἐκείνων δὲ τετρακοσίους ἐχόντων, λαβεῖν αὐτός τε βοῦν καὶ ταύτην θύσας ἐπιθεῖναι ξύλοις πυρὸς οὐχ ὑπαφθέντος, κἀκείνους ταὐτὸ ποιήσαντας ἐπικαλέσασθαι τοὺς ἰδίους θεοὺς ἀνακαῦσαι τὰ ξύλα· γενομένου γὰρ τούτου μαθήσεσθαι αὐτοὺς τὴν ἀληθῆ φύσιν τοῦ θεοῦ.
339 ἀρεσάσης δὲ τῆς γνώμης ἐκέλευσεν Ἠλίας τοὺς προφήτας ἐκλεξαμένους βοῦν πρώτους θῦσαι καὶ τοὺς αὑτῶν ἐπικαλέσασθαι θεούς. ἐπεὶ δʼ οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι τοῖς προφήταις, σκώπτων ὁ Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς· ἢ γὰρ ἀποδημεῖν αὐτοὺς ἢ καθεύδειν.
340 τῶν δʼ ἀπʼ ὄρθρου τοῦτο ποιούντων μέχρι μέσης ἡμέρας καὶ τεμνόντων αὑτοὺς μαχαίραις καὶ σιρομάσταις κατὰ τὸ πάτριον ἔθος, μέλλων αὐτὸς ἐπιτελεῖν ἐκέλευσε τοὺς μὲν ἀναχωρῆσαι, τοὺς δʼ ἐγγὺς προσελθόντας τηρεῖν αὐτόν, μὴ πῦρ λάθρα τοῖς ξύλοις ἐμβάλῃ.
341 τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατʼ αὐτῶν ἐπιθεὶς τὰ ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος πηγῆς ἀναδοθείσης.
342 ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν γενέσθαι τὸν τόπον.
343 Οἱ δʼ Ἰσραηλῖται τοῦτʼ ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δʼ ἄλλους ὀνόματι ὑπὸ φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους· συλλαβόντες δʼ αὐτῶν καὶ τοὺς προφήτας ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον μηδὲν ἔτι φροντίσαντα· μετʼ ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme