Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 8

406 ὡς προσῆκεν αὐτῷ πάντων ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ θεοῦ προλεγομένων, καὶ ὡς παρορμῶσιν αὐτὸν οἱ ψευδοπροφῆται ποιήσασθαι τὸν πόλεμον ἐλπίδι νίκης, καὶ ὅτι δεῖ πεσεῖν αὐτὸν μαχόμενον, αὐτὸς μὲν ἦν ἐπʼ ἐννοίᾳ, Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν προσελθὼν Μιχαίᾳ μὲν μὴ προσέχειν παρῄνει·
407 λέγειν γὰρ αὐτὸν οὐδὲν ἀληθές· τεκμηρίῳ δὲ ἐχρήσατο οἷς Ἠλίας προεφήτευσεν ὁ τούτου κρείττων τὰ μέλλοντα συνιδεῖν· καὶ γὰρ τοῦτον ἔλεγε προφητεύσαντα ἐν Ἱεζερήλα πόλει ἐν τῷ Ναβώθου ἀγρῷ τὸ αἷμα αὐτοῦ κύνας ἀναλιχμήσεσθαι προειπεῖν, καθὼς καὶ Ναβώθου τοῦ διʼ αὐτὸν καταλευσθέντος ὑπὸ τοῦ ὄχλου.
408 δῆλον οὖν, ὅτι οὗτος ψεύδεται τῷ κρείττονι προφήτῃ τἀναντία λέγων ἀπὸ ἡμερῶν τριῶν φάσκων τεθνήξεσθαι. γνώσεσθε δʼ εἴπερ ἐστὶν ἀληθὴς καὶ τοῦ θείου πνεύματος ἔχει τὴν δύναμιν· εὐθὺς γὰρ ῥαπισθεὶς ὑπʼ ἐμοῦ βλαψάτω μου τὴν χεῖρα, ὥσπερ Ἰάδαος τὴν Ἱεροβοάμου τοῦ βασιλέως συλλαβεῖν θελήσαντος ἀπεξήρανε δεξιάν·
409 ἀκήκοας γὰρ οἶμαι τοῦτο πάντως γενόμενον. ὡς οὖν πλήξαντος αὐτοῦ τὸν Μιχαίαν μηδὲν συνέβη παθεῖν, Ἄχαβος θαρρήσας ἄγειν τὴν στρατιὰν πρόθυμος ἦν ἐπὶ τὸν Σύρον· ἐνίκα γὰρ οἶμαι τὸ χρεὼν καὶ πιθανωτέρους ἐποίει τοῦ ἀληθοῦς τοὺς ψευδοπροφήτας, ἵνα λάβῃ τὴν ἀφορμὴν τοῦ τέλους. Σεδεκίας σιδήρεα ποιήσας κέρατα λέγει πρὸς Ἄχαβον, ὡς θεὸν αὐτῷ σημαίνειν τούτοις ἅπασαν καταστρέψεσθαι τὴν Συρίαν.
410 Μιχαίαν δὲ μετʼ οὐ πολλὰς ἡμέρας εἰπόντα τὸν Σεδεκίαν ταμιεῖον ἐκ ταμιείου κρυβόμενον ἀμείψειν ζητοῦντα φυγεῖν τῆς ψευδολογίας τὴν δίκην, ἐκέλευσεν ὁ βασιλεὺς ἀπαχθέντα φυλάττεσθαι πρὸς Ἀχάμωνα τὸν τῆς πόλεως ἄρχοντα καὶ χορηγεῖσθαι μηδὲν ἄρτου καὶ ὕδατος αὐτῷ περισσότερον.
411 Καὶ Ἄχαβος μὲν καὶ Ἰωσάφατος ὁ τῶν Ἱεροσολύμων βασιλεὺς ἀναλαβόντες τὰς δυνάμεις ἤλασαν εἰς Ῥαμάθην πόλιν τῆς Γαλαδίτιδος. ὁ δὲ τῶν Σύρων βασιλεὺς ἀκούσας αὐτῶν τὴν στρατείαν ἀντεπήγαγεν αὐτοῖς τὴν αὑτοῦ στρατιὰν καὶ οὐκ ἄπωθεν τῆς Ἀραμάθης στρατοπεδεύεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme