Book 9
55
ὁ δὲ τὸν θεράποντα μὴ δεδιέναι παρεθάρρυνε καὶ τὸν θεόν, ᾧ συμμάχῳ καταφρονῶν ἀδεὴς ἦν, παρεκάλει τῷ διακόνῳ πρὸς τὸ λαβεῖν αὐτὸν εὔελπι θάρσος ἐμφανίσαι τὴν αὑτοῦ δύναμιν καὶ παρουσίαν, ὡς δυνατόν. ὁ δὲ θεὸς ἐπήκοος τῶν εὐχῶν τοῦ προφήτου γενόμενος πλῆθος ἁρμάτων καὶ ἵππων τῷ θεράποντι περὶ τὸν Ἐλισσαῖον κεκυκλωμένον θεάσασθαι παρέσχεν, ὡς αὐτὸν ἀφιέναι μὲν τὸ δέος, ἀναθαρσῆσαι δὲ πρὸς τὴν ὄψιν τῆς νομιζομένης συμμαχίας.
56
Ἐλισσαῖος δὲ μετὰ ταῦτα καὶ τὰς τῶν πολεμίων ὄψεις ἀμαυρῶσαι τὸν θεὸν παρεκάλει ἀχλὺν αὐταῖς ἐπιβαλόντα ἀφʼ ἧς ἀγνοήσειν αὐτὸν ἔμελλον. γενομένου δὲ καὶ τούτου προελθὼν εἰς μέσους τοὺς ἐχθροὺς ἐπηρώτησε, τίνα ἐπιζητοῦντες ἦλθον· τῶν δὲ τὸν προφήτην Ἐλισσαῖον εἰπόντων παραδώσειν ὑπέσχετο, εἰ πρὸς τὴν πόλιν ἐν ᾗ τυγχάνει ὢν ἀκολουθήσειαν αὐτῷ.
57
καὶ οἱ μὲν ἡγουμένῳ τῷ προφήτῃ τὰς ὄψεις ὑπὸ θεοῦ καὶ τὴν διάνοιαν ἐπεσκοτημένοι σπουδάζοντες εἵποντο, ἀγαγὼν δὲ αὐτοὺς Ἐλισσαῖος εἰς Σαμάρειαν Ἰωράμῳ μὲν τῷ βασιλεῖ προσέταξε κλεῖσαι τὰς πύλας καὶ περιστῆσαι τοῖς Σύροις τὴν αὑτοῦ δύναμιν, τῷ θεῷ δὲ ηὔξατο καθᾶραι τὰς ὄψεις τῶν πολεμίων καὶ τὴν ἀχλὺν αὐτῶν ἀνελεῖν. οἱ δʼ ἐκ τῆς ἀμαυρώσεως ἐκείνης ἀφεθέντες ἑώρων αὑτοὺς ἐν μέσοις τοῖς ἐχθροῖς ὑπάρχοντας.
58
ἐν ἐκπλήξει δὲ δεινῇ καὶ ἀμηχανίᾳ τῶν Σύρων οἷον εἰκὸς ἐφʼ οὕτως θείῳ καὶ παραδόξῳ πράγματι κειμένων καὶ τοῦ βασιλέως Ἰωράμου πυθομένου τὸν προφήτην, εἰ κελεύσειεν αὐτοὺς κατακοντισθῆναι, τοῦτο μὲν ἐκώλυσε ποιεῖν Ἐλισσαῖος· τοὺς γὰρ νόμῳ πολέμου ληφθέντας ἀποκτείνειν εἶναι δίκαιον ἔλεγε, τούτους δὲ μηδὲν κακὸν ἐργάσασθαι τὴν ἐκείνου χώραν, θείᾳ δὲ δυνάμει πρὸς αὐτοὺς οὐκ εἰδότας ἐλθεῖν.
59
συνεβούλευέ τε ξενίων αὐτοῖς μεταδόντα καὶ τραπέζης ἀπολύειν ἀβλαβεῖς. Ἰώραμος μὲν οὖν τῷ προφήτῃ πειθόμενος ἑστιάσας λαμπρῶς πάνυ καὶ φιλοτίμως τοὺς Σύρους ἀπέλυσε πρὸς Ἄδερα τὸν αὑτῶν βασιλέα.