Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

91 ἀνακρίναντος δʼ αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεως κλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν· ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς πέτραις τὰς δʼ ἐγκύους ἀναρρήξεις γυναῖκας.
92 τοῦ δὲ Ἀζαήλου λέγοντος· τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι; τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθʼ, ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δʼ ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε,
93 τὴν δʼ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφʼ οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετʼ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν.
94 πομπεύουσι δʼ αὐτοὶ καθʼ ἑκάστην ἡμέραν ἐπὶ τῇ τιμῇ τῶν βασιλέων καὶ σεμνύνονται τὴν τούτων ἀρχαιότητα οὐκ εἰδότες, ὅτι νεώτεροί εἰσι καὶ οὐκ ἔχοντες οὗτοι οἱ βασιλεῖς ἔτη χίλια καὶ ἑκατόν. ὁ δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ἰώραμος ἀκούσας τὴν Ἄδερος τελευτὴν ἀνέπνευσεν ἐκ τῶν φόβων καὶ τοῦ δέους ὃ διʼ αὐτὸν εἶχεν ἀσμένως εἰρήνης λαμβανόμενος.
95 Ἰώραμος δὲ ὁ τῶν Ἱεροσολύμων βασιλεύς, καὶ τούτῳ γὰρ ἦν ταὐτὸν καθὼς προειρήκαμεν ἔμπροσθεν ὄνομα, παραλαβὼν τὴν ἀρχὴν εὐθὺς ἐπὶ σφαγὴν τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πατρῴων φίλων οἳ καὶ ἡγεμόνες ἦσαν ἐχώρησε, τὴν ἀρχὴν καὶ τὴν ἐπίδειξιν τῆς πονηρίας ἐντεῦθεν ποιησάμενος καὶ μηδὲν διενεγκὼν τῶν τοῦ λαοῦ βασιλέων, οἳ πρῶτοι παρηνόμησαν εἰς τὰ πάτρια τῶν Ἑβραίων ἔθη καὶ τὴν τοῦ θεοῦ θρησκείαν.
96 ἐδίδαξε δʼ αὐτὸν τά τʼ ἄλλα εἶναι κακὸν καὶ δὴ καὶ ξενικοὺς θεοὺς προσκυνεῖν Γοθολία θυγάτηρ μὲν Ἀχάβου συνοικοῦσα δʼ αὐτῷ. καὶ ὁ μὲν θεὸς διὰ τὴν πρὸς Δαυίδην ὁμολογίαν οὐκ ἐβούλετο τούτου τὸ γένος ἐξαφανίσαι, Ἰώραμος δʼ οὐ διέλειπεν ἑκάστης ἡμέρας καινουργῶν ἐπʼ ἀσεβείᾳ καὶ λύμῃ τῶν ἐπιχωρίων ἐθισμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme