Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

97 ἀποστάντων δὲ αὐτοῦ κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν Ἰδουμαίων καὶ τὸν μὲν πρότερον ἀποκτεινάντων βασιλέα, ὃς ὑπήκουεν αὐτοῦ τῷ πατρί, ὃν δʼ ἐβούλοντο αὐτοὶ καταστησάντων Ἰώραμος μετὰ τῶν περὶ αὐτὸν ἱππέων καὶ τῶν ἁρμάτων νυκτὸς εἰς τὴν Ἰδουμαίαν ἐνέβαλε, καὶ τοὺς μὲν πέριξ τῆς αὑτοῦ βασιλείας διέφθειρε, περαιτέρω δʼ οὐ προῆλθεν.
98 ὤνησε μέντοι τοῦτο ποιήσας οὐδὲ ἕν· πάντες γὰρ ἀπέστησαν αὐτοῦ καὶ οἱ τὴν χώραν τὴν καλουμένην Λαβίναν νεμόμενοι. ἦν δʼ οὕτως ἐμμανής, ὥστε τὸν λαὸν ἠνάγκαζεν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρῶν ἀναβαίνοντα προσκυνεῖν τοὺς ἀλλοτρίους θεούς.
99 Ταῦτα δʼ αὐτῷ πράττοντι καὶ τελέως ἐκβεβληκότι τῆς διανοίας τὰ πάτρια νόμιμα κομίζεται παρʼ Ἠλίου τοῦ προφήτου ἐπιστολή, ἣ τὸν θεὸν ἐδήλου μεγάλην παρʼ αὐτοῦ ληψόμενον δίκην, ὅτι τῶν μὲν ἰδίων πατέρων μιμητὴς οὐκ ἐγένετο, τοῖς δὲ τῶν Ἰσραηλιτῶν βασιλέων κατηκολούθησεν ἀσεβήμασι καὶ συνηνάγκασε τὴν Ἰούδα φυλὴν καὶ τοὺς πολίτας Ἱεροσολύμων ἀφέντας τὴν ὁσίαν τοῦ ἐπιχωρίου θεοῦ σέβειν τὰ εἴδωλα, καθὼς καὶ Ἄχαβος τοὺς Ἰσραηλίτας ἐβιάσατο,
100 ὅτι τε τοὺς ἀδελφοὺς διεχρήσατο καὶ τοὺς ἀγαθοὺς ἄνδρας καὶ δικαίους ἀπέκτεινεν· τήν τε τιμωρίαν ἣν ἀντὶ τούτων ὑφέξειν ἔμελλεν ἐσήμαινε τοῖς γράμμασιν ὁ προφήτης, ὄλεθρον τοῦ λαοῦ καὶ φθορὰν γυναικῶν αὐτοῦ τοῦ βασιλέως καὶ τέκνων,
101 καὶ ὅτι τεθνήξεται νόσῳ τῆς νηδύος ἐπὶ πολὺ βασανισθεὶς καὶ τῶν ἐντέρων αὐτοῦ διʼ ὑπερβολὴν τῆς τῶν ἐντὸς διαφθορᾶς ἐκρυέντων, ὥστʼ αὐτὸν ὁρῶντα τὴν αὑτοῦ συμφορὰν καὶ μηδὲν βοηθῆσαι δυνάμενον ἔπειθʼ οὕτως ἀποθανεῖν. ταῦτα μὲν ἐδήλου διὰ τῆς ἐπιστολῆς ὁ Ἠλίας.
102 Μετʼ οὐ πολὺ δὲ στρατὸς Ἀράβων τῶν ἔγγιστα τῆς Αἰθιοπίας κατοικούντων καὶ τῶν ἀλλοφύλων εἰς τὴν Ἰωράμου βασιλείαν ἐνέβαλε καὶ τήν τε χώραν διήρπασαν καὶ τὸν οἶκον τοῦ βασιλέως, ἔτι δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξαν καὶ τὰς γυναῖκας. εἷς δὲ αὐτῷ περιλείπεται τῶν παίδων διαφυγὼν τοὺς πολεμίους Ὀχοζίας ὄνομα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme