Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

115 ὁ δʼ εὐθὺς ἐκέλευσεν ἐκπεμφθῆναί τινα τῶν ἱππέων ὑπαντησόμενον καὶ τίς ἐστιν ὁ προσιὼν γνωσόμενον. ἐλθὼν οὖν πρὸς τὸν Ἰηοῦν ὁ ἱππεὺς ἐπερωτᾷ περὶ τῶν ἐν τῷ στρατοπέδῳ· πυνθάνεσθαι γὰρ ταῦτα τὸν βασιλέα. ὁ δὲ μηδὲν μὲν περὶ τούτων πολυπραγμονεῖν ἐκέλευσεν, ἕπεσθαι δʼ αὐτῷ.
116 ταῦτα ὁ σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς.
117 ὡς δὲ καὶ τοῦτʼ ἐδήλωσεν ὁ σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος.
118 σχολαίτερον δὲ καὶ μετʼ εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας ὁ βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος.
119 καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ·
120 ταῦτα γὰρ καθεζόμενος ὄπισθεν τοῦ ἅρματος Ἀχάβου λέγοντος ἀκοῦσαι τοῦ προφήτου. καὶ δὴ τοῦτο συνέβη γενέσθαι κατὰ τὴν πρόρρησιν τὴν ἐκείνου. πεσόντος δὲ Ἰωράμου δείσας περὶ τῆς αὑτοῦ σωτηρίας Ὀχοζίας τὸ ἅρμα εἰς ἑτέραν ὁδὸν ἐξένευσε λήσεσθαι τὸν Ἰηοῦν ὑπολαβών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme