Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

127 ὁ δὲ πρὸς ταῦτα ἀντέγραψεν αὑτῷ τε ὑπακούειν κελεύων καὶ τῶν Ἀχάβου παίδων τὰς κεφαλὰς ἀποτεμόντας πέμψαι πρὸς αὐτόν. οἱ δὲ ἄρχοντες μεταπεμψάμενοι τοὺς τροφεῖς τῶν παίδων προσέταξαν ἀποκτείνασιν αὐτοὺς τὰς κεφαλὰς ἀποτεμεῖν καὶ πέμψαι πρὸς Ἰηοῦν. οἱ δʼ οὐδὲν ὅλως φεισάμενοι τοῦτο ἔπραξαν καὶ συνθέντες εἴς τινα πλεκτὰ ἀγγεῖα τὰς κεφαλὰς ἀπέπεμψαν εἰς Ἰεζέρελαν.
128 κομισθεισῶν δὲ τούτων ἀγγέλλεται μετὰ τῶν φίλων δειπνοῦντι τῷ Ἰηοῦ, ὅτι κομισθεῖεν αἱ τῶν Ἀχάβου παίδων κεφαλαί. ὁ δὲ πρὸ τῆς πύλης ἐξ ἑκατέρου μέρους ἐκέλευσεν ἐξ αὐτῶν ἀναστῆσαι βουνούς.
129 γενομένου δὲ τούτου ἅμα ἡμέρᾳ πρόεισιν ὀψόμενος καὶ θεασάμενος ἤρξατο πρὸς τὸν παρόντα λαὸν λέγειν, ὡς αὐτὸς μὲν ἐπὶ τὸν δεσπότην στρατεύσαιτο τὸν αὑτοῦ κἀκεῖνον ἀποκτείνειε, τούτους δὲ οὐκ αὐτὸς ἀνέλοι· γινώσκειν δὲ αὐτοὺς ἠξίου περὶ τῆς Ἀχάβου γενεᾶς, ὅτι πάντα κατὰ τὴν τοῦ θεοῦ προφητείαν γέγονε καὶ ὁ οἶκος αὐτοῦ, καθὼς καὶ Ἠλίας προεῖπεν, ἀπόλωλε.
130 προσδιαφθείρας δὲ καὶ τοὺς παρὰ τοῖς Ἰεζερελίταις εὑρεθέντας ἐκ τῆς Ἀχάβου συγγενείας ἱππεῖς εἰς Σαμάρειαν ἐπορεύετο. κατὰ δὲ τὴν ὁδὸν τοῖς Ὀχοζία συμβαλὼν οἰκείοις τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν ἀνέκρινεν αὐτούς, τί δή ποτε παρεγένοντο.
131 οἱ δʼ ἀσπασόμενοί τε Ἰώραμον καὶ τὸν αὑτῶν βασιλέα Ὀχοζίαν ἥκειν ἔφασκον· οὐ γὰρ ᾔδεσαν αὐτοὺς ἀμφοτέρους ὑπʼ αὐτοῦ πεφονευμένους. Ἰηοῦς δὲ καὶ τούτους συλληφθέντας ἀναιρεθῆναι προσέταξεν ὄντας τὸν ἀριθμὸν τεσσαράκοντα καὶ δύο.
132 Συναντᾷ δʼ αὐτῷ μετὰ τούτους ἀνὴρ ἀγαθὸς καὶ δίκαιος Ἰωνάδαβος ὄνομα φίλος αὐτῷ πάλαι γεγονώς, ὃς ἀσπασάμενος αὐτὸν ἐπαινεῖν ἤρξατο τῷ πάντα κατὰ βούλησιν πεποιηκέναι τοῦ θεοῦ τὴν οἰκίαν ἐξαφανίσας τὴν Ἀχάβου.
133 Ἰηοῦς δὲ ἀναβάντα ἐπὶ τὸ ἅρμα συνεισελθεῖν αὐτὸν εἰς Σαμάρειαν παρεκάλει λέγων ἐπιδείξειν, πῶς οὐδενὸς φείσεται πονηροῦ, ἀλλὰ καὶ τοὺς ψευδοπροφήτας καὶ τοὺς ψευδιερεῖς καὶ τοὺς ἐξαπατήσαντας τὸ πλῆθος, ὡς τὴν μὲν τοῦ μεγίστου θεοῦ θρησκείαν ἐγκαταλιπεῖν τοὺς δὲ ξενικοὺς προσκυνεῖν, τιμωρήσεται· κάλλιστον δʼ εἶναι θεαμάτων καὶ ἥδιστον ἀνδρὶ χρηστῷ καὶ δικαίῳ κολαζομένους πονηρούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme